Σελίδες

Σάββατο 24 Απριλίου 2010

"Ανέβη ο Ιησούς"



Δοξαστικόν "Ανέβη ο Ιησούς"
Ερμηνεία: Ευγένιος Χαρδαβέλλας Πρωτοψάλτης
Κυριακή του Παραλύτου εις τον Εσπερινόν ( Εσπερινό )΄Ηχος πλ Α΄


"Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τὴ Προβατικὴ κολυμβήθρα, τὴ λεγομένη κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούση, ἐν ταύταις γὰρ κατεκειτο πλῆθος τῶν ἀσθενούντων, Ἄγγελος γὰρ τοῦ Θεοῦ κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοὶς προσιοῦσιν ἐν πίστει, Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν, θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῆ τὸ ὕδωρ, βάλη μὲ εἰς τὴν κολυμβήθραν, ἰατροὶς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην, ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, λέγει πρὸς αὐτόν, Ἀρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι"

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου