Το Απολυτίκιο της ημέρας

Το Απολυτίκιο της ημέρας

Ερμεία Μάρτυρος (31 Μαΐου)
Χριστώ στρατευσάμενος, τω Βασιλεί του παντός, γενναίως διέκοψας, τας παρατάξεις εχθρών, Ερμεία πανένδοξε· σύ γαρ εγκαρτερείσας, πολυτρόποις αικίαις, ήθλησας εν τω γήρα ως του Λόγου οπλίτης· ω πρέσβευε Αθλοφόρε, σώζεσθαι άπαντας.

Του Τυφλού (1 Ιουνίου)
Ήνοιξας Σωτήρ μου τους οφθαλμούς του τυφλού εκ μήτρας, ως φιλάνθρωπος πλαστουργός, του πηλού τη χρίσει, και Σιλωάμ τη νίψει· διο σε ωμολογεί, Θεόν και Κύριον.

Νικηφόρου Ομολογητού (2 Ιουνίου)
Νίκην ήνεγκε, τη Εκκλησία ή ση ένθεος, ομολογία ιεράρχα Νικηφόρε Θεόληπτε· την γαρ εικόνα του Λόγου σεβόμενος, υπερρία αδίκως ωμιλήσας. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Λουκιλλιανού Μάρτυρος (3 Ιουνίου)
Ως άστρον φαεινόν, εκ νυκτός της απάτης, ω Λουκιλλιανέ, ευσεβώς αναλάμψας, νομίμως ηγώνισαι, και το δόλιον εκτείνας· όθεν πρέσβευε, συν τη θεοφρόνι Παύλη, και τοις τέσσαρσι Παισί Χριστώ αθλοφόρε, υπέρ των ψυχών ημών.

Μητροφάνους Αρχιεπισκόπου Κωνσταντινουπόλεως (4 Ιουνίου)

Την πίστιν Χριστού, τρανώς συ εδογμάτισας, και ταύτην τηρών, εις πλήθος όντως ηύξησας, το πιστόν σου ποίμνιον. Συν Αγγέλοις όθεν Μητροφάνες, συναγάλλη νυν, και Χριστώ, πρεσβεύεις απαύστως υπέρ πάντων ημών.

Της Ανάληψης (5 Ιουνίου)
Ανελήφθης εν δόξη Χριστέ ο Θεός ημών, χαροποιήσας τους Μαθητάς, τη επαγγελία του Αγίου Πνεύματος, βεβαιωθέντων αυτών δια της ευλογίας, οτι σύ ει ο Υιός του Θεού, ο Λυτρωτής του κόσμου.

Ιλαρίωνος Οσίου (6 Ιουνίου)
Των λόγων του Κυρίου την χάριν γεώργησας, ήνθησας καθάπερ ελαί, παμμάκαρ Ιλαρίων, ελαίω των θείων αρετών, και της ομολογίας σου σοφέ, Ιλαρύνων τας καρδίας και τας ψυχάς, των πίστει σοι εκβοώντων· δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.


Θεοδότου Άγκυρας Ιερομάρτυρος (7 Ιουνίου)
Δύσιν ένθεον, καταπλουτήσας, την της χάριτος ιερουργίαν, ιερομάρτυς τρισμάκαρ Θεόδοτε, καθάπερ δώρα Θεώ προσενήνοχας, τας αριστείας των θείων αγώνων σου. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Αγίων Πατέρων Πρώτης Οικουμενικής Συνόδου (8 Ιουνίου)
Υπερδεδοξασμένος ει Χριστέ ο Θεός ημών, ο φωστήρας επι γής , τους Πατέρας ημών θεμελιώσας, και δι' αυτών, προς την αληθινήν πίστιν πάντας ημάς οδηγήσας. Πολυεύσπλαχνε δόξα σοι.

Κυρίλλου Αρχιεπισκόπου (9 Ιουνίου)
Ως κύρος ουράνιον, θεολογία η σή, βραβεύει εν πνεύματι, τη εκκλησία Χριστού, την χάριν την ένθεον· σύ γαρ καθυπογράψας, της Τριάδος την δόξαν, μύστης της Θεοτόκου, και υπέρμαχος ώφθης, παρ' ης λαμπρώς εδοξάσθης, Ιεράρχα παμμάκαρ Κύριλλε.

Αλεξάνδρου Και Αντωνίνης Μαρτύρων (10 Ιουνίου)
Ξυνωρίς η αγία των Μαρτύρων υμνείσθω μοι, συν τω ευκλεεί Αλεξάνδρω, Αντωνίνα η πάνσεμνος· αγάπη γαρ και πίστει ευσεβεί, εκλάμψαντες εν άθλοις ιεροίς, ιαμάτων εφαπλούσι μαρμαρύγας, τοις πόθω ανακράζουσι· δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι' υμών, πάσιν ιάματα.

Αποστόλου Βαρνάβα (11 Ιουνίου)
Το μέγα κλέος της Κύπρου, της οικουμένης τον κήρυκα, των Αντιοχέων τον πρώτον, της χριστονύμου κλήσεως αρχιτέκτονα. Της Ρώμης τον κλεινόν εισηγητήν, και Θείον των εθνών σαγηνευτήν, το της χάριτος δοχείον, του Παρακλήτου Πνεύματος τον επώνυμον, Απόστολον τον μέγαν, τον του Θείου Παύλου συνέκδημον, των εβδομήκοντα πρώτον, τον δώδεκα ισοστάσιον. Πάντες συνελθόντες σεπτώς οι πιστοί, τον Βαρνάβαν άσμασιν στέψωμεν, πρεσβεύει γαρ τω Κυρίω, ελεηθήναι τας ψυχάς ημών.

Βαρθολομαίου Και Βαρνάβα (11 Ιουνίου)
Θεία όργανα, του Παρακλήτου, και εκφάντορες, του Θεού Λόγου, ανεδείχθητε θεόπται Απόστολοι, Βαρθολομαίε των Δώδεκα σύσκηνε, και Βαρνάβα ως υιός παρακλήσεως. Αλλ' αιτήσασθε, Χριστόν τον Θεόν πανεύφημοι, δωρήσασθαι ημίν το μέγα έλεος.

Ονουφρίου Οσίου Και Πέτρου Εν Άθω (12 Ιουνίου)
Των Αγγέλων τον βίον εν σαρκί μιμησαμένοι, ώφθητε ερήμου πολίται, και χαρίτων κειμήλια, Ονούφριε Αιγύπτου καλλονή, και Πέτρε των εν Άθω ο φωστήρ· δια τούτο τους αγώνας υμών αεί τιμώμεν αναμέλποντες· δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι' υμών πάσιν ιάματα.

Ακυλίνης Μάρτυρος (13 Ιουνίου)
Παρθένος ακήρατος, και Αθληφόρος σεμνή, εδείχθης τοις πέρασι, τη αγαπήσει Χριστού, Ακυλίνα θεόνυμφε· σύ γαρ καθάπερ ρόδον, νοητόν τεθηλυϊα, επνεύσαι εν αθλήσει της αγνείας την χάριν, πρεσβεύουσα τω Κυρίω, σώζεσθαι άπαντας.

Μεθοδίου Ομολογητού (14 Ιουνίου)
Ευσεβείας την μέθοδον προβαλλόμενος, αιρετικών διαλύεις τας επινοίας στερρώς, Ορθοδώξων η κρηπίς πάτερ Μεθόδιε· την γαρ εικόνα του Χριστού, ανεστήλωσας τιμάν, ως θείος ιεροφάντωρ· και νύν αϋλος δοξάζεις, και ικετεύεις υπέρ πάντων ημών.

Προφήτου Αμώς (15 Ιουνίου)
Προφήτην σε πιστόν, και των άνω επόπτην, ανέδειξεν Αμώς, εκ ποιμνίου ο Λόγος, του βίου σου δεξάμενος, ευμενώς την χρηστότητα όθεν ήλεγξας, τους ασεβούντας ανδρείως, και τον θάνατον, μαρτυρικώς δεδεγμένος, ζωής θείας έτυχες.

Αγίου Τύχωνος (16 Ιουνίου)
Θείας έτυχες, ιερατείας, νεύσει κρείττονι εκλελεγμένος, ως θεράπων της Τριάδος επάξιος- συ γαρ των έργων εκλάμπων ταις χάρισι, την Εκκλησίαν εστήριξας θαύμασι. Τύχων Όσιε, Χριστών τον θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Ισαύρου, Μανουήλ Και Ισμαήλ Μαρτύρων (17 Ιουνίου)
Ως εννεάριθμον, του Λόγου σύνταγμα, εχθρών τας φάλαγγας, κατετροπώσαντο, Ίσαυρος Φήλιξ συν αυτοίς. Ερμείας και Περεγρινός, αμα Ινοκέντιος, Μανουήλ και Βασίλειος, Ισμαήλ ο ένδοξος, Σαβέλ ο μακάριος· διό και τα βραβεία της νίκης, εύρον ως Μάρτυρες Κυρίου.

Λεοντίου Μάρτυρος (18 Ιουνίου)
Ρώμην ένθεον, διεζωσμένος, εθριάμβευσας, εν τοις αγώσιν, αθλοφόρε του Σωτήρος Λεόντιε· σύ γαρ ως λέων προς άθλησην ωρμήσας, και πολεμίων το κράτος κατέβαλες. Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Μεθοδίου Ιερομάρτυρος (20 Ιουνίου)
Θείαν μέθοδον της ευσεβείας, εθησαύρησας τη Εκκλησία, ως Ιεράρχης και μάρτυς Μεθόδιε· σύ γαρ σοφίας τον πλούτον δρεψάμενος, αθλητικώς το σόν τάλαντον ηύξησας. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Ιουλιανού Μάρτυρος (21 Ιουνίου)
Μητρικαίς υποθήκαις μυσταγωγούμενος, πανευκλεής στρατιώτης ώφθης Χριστού του Θεού, παντευχίαν μυστικήν περιζωσάμενος· όθεν καθείλες τον εχθρόν, ως γενναίος αριστεύς, και ήθλησας θεοφρόνως Ιουλιανέ θεόφρον, υπέρ ημών αεί πρεσβεύων Θεώ.

Ιωάννου Προφήτου Προδρόμου (24 Ιουνίου)
Προφήτα και Πρόδρομε, της παρουσίας Χριστού, αξίως ευφημήσαι σε, ούκ ευπορούμεν ημείς οι πόθω τιμώντες σε· στείρωσις γαρ τεκούσης και πατρός αφωνία, λέλυνται τη ενδόξω και σεπτή σου γεννήσει, και σάρκωσις Υιού του Θεού, κόσμω κηρύττεται.

Φεβρωνίας Οσιομάρτυρος (25 Ιουνίου)
Ως της ασκήσεως, ρόδον ηδύπνευστον, οσμήν αθλήσεως, τω κόσμω επνεύσας, εις οσμήν μύρων του Χριστού δραμούσα ασχέτω πόθω· όθεν ως παρθένον σε και οσίαν και μάρτυρα, θαυμαστώς εδόξασε, Φεβρωνία ο Κύριος ώ πρέσβευε υπέρ των βοώντων· χαίρε σεμνή οσιομάρτυς.

Δαυϊδ Του Εν Θεσσαλονίκη (26 Ιουνίου)
Τη αγάπη του Λόγου πάτερ πτερούμενος, επι του δένδρου διήλθες αγγελικήν βιοτήν, και εξήνεγκας ημίν καρπούς της χάριτος, εξ' ων τρυφώντες, νοητώς εκβοώμεν σοι πιστώς, Δαυίδ οσίων ακρότης. Μη διαλίπης πρεσβεύων, ελεηθήναι τας ψυχάς ημών.

Οσίου Σαμψών Του Ξενοδόχου (27 Ιουνίου)
Εν τη υπομονή σου εκτήσω τον μισθόν σου Πάτερ όσιε, ταις προσευχές αδιαλείπτως εγκαρτερήσας, τους πτωχούς αγαπήσας και τούτοις επαρκέσας. Αλλά πρέσβευε Χριστώ τω Θεώ· Σαμψών θεόφρον μακάριε, σωθήναι τας ψυχάς ημών.

Κύρου Και Ιωάννου Αναργύρων (28 Ιουνίου)
Τα θαύματα των αγίων σου Μαρτύρων, τείχος ακαταμάχητον ημίν δωρησάμενος, Χριστέ ο Θεός, ταις αυτών ικεσίαις, βουλάς εθνών διασκέδασον, και βασιλείας τα σκήπτρα κραταίωσον, ως μόνος αγαθός και φιλάνθρωπος.

Πέτρου Και Παύλου Των Αποστόλων (29 Ιουνίου)
Οι των Αποστόλων πρωτόθρονοι, και της οικουμένης Διδάσκαλοι, τω Δεσπότη των όλων πρεσβεύσατε, ειρήνην τη οικουμένη δωρήσασθαι, και ταις ψυχαίς ημών το μέγα έλεος.

Σύναξις των δώδεκα Αποστόλων (30 Ιουνίου)
Οι των Αποστόλων Πρωτόθρονοι, και της Οικουμένης Διδάσκαλοι, τω Δεσπότη των όλων πρεσβεύσατε, ειρήνην τη οικουμένη δωρήσασθαι, και ταις ψυχαίς ημών το μέγα έλεος.


Κοσμά Και Δαμιανού (1 Ιουλίου)
Άγιοι Ανάργυροι και θαυματουργοί, επισκέψασθε τας ασθενείας ημών· δωρεάν ελάβετε, δωρεάν δότε ημίν.

Κατάθεσης Τιμίας Εσθήτας Της Υπεραγίας Θεοτόκου (2 Ιουλίου)
Θεοτόκε αειπάρθενε, των ανθρώπων η σκέπη, Εσθήτα και Ζώνην του άχραντου σου σώματος, κραταιάν τη Πόλει σου περιβολήν εδωρήσω, τω ασπόρω τόκω σου, άφθαρτα διαμείναντα· επί σοί γαρ και φύσις καινοτομείται και χρόνος. Διό δυσωπούμεν σε, ειρήνη τη πολιτεία σου δώρησαι, και ταις ψυχαίς ημών το μέγα έλεος.

Ανατολίου Αρχιεπισκόπου Κωνσταντινουπόλεως (3 Ιουλίου)
Έργω την κλήσιν σου, σφραγίζων όσιε, λόγοις και πράξεσι, τω κόσμω έφανας, την υπέρ νούν Ανατολής, την έλλαμψιν ιεράρχα. Συ γαρ Ανατόλιε, τον Χριστόν ανεκήρυξας, διπλούν ταις θελήσεσιν ασυγχύτως και φύσεσιν, υπόστασιν δε φέροντα μίαν, προς σωτηρίαν των ψυχών ημών.

Ανδρέου Κρήτης Του Ιεροσολυμίτου (4 Ιουλίου)
Κανόνα πίστεως και εικόνα πραότητος, εγκρατείας διδάσκαλον, ανεδειξέ σε τη ποίμνη σου η των πραγμάτων αλήθεια· δια τούτο εκτήσω τη ταπεινώσει τα υψηλά, τη πτωχεία τα πλούσια, πάτερ Ανδρέα· πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών

Αθανασίου Του Εν Άθω (5 Ιουλίου)
Την εκ σαρκί ζωήν, σου κατεπλάγησαν, Αγγέλων τάγματα πως μετά σώματος, προς αοράτους συμπλοκάς εχώρησας πανεύφημε, και κατετραυμάτισας των δαιμόνων τας φάλαγγας· όθεν Αθανάσιε, ο Χριστός σε ημείψατο, πλουσίαις δωρεαίς· διό πάτερ, πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.

Κυριακής Μεγαλομάρτυρος (7 Ιουλίου)
Φερωνύμως τη κλήσει την σπουδήν σου κατάλληλον, ανεδείξω αληθώς, Κυριακή μεγαλώνυμε. Κυρία σαρκός τε και παθών ατίμων εφάνης ανδρικώς, και παρέχεις τας ιάσεις τοις ευσεβώς τω ναώ σου προσπελάζουσι· δόξα τω εν κινδύνοις ημών προστάτιν δείξαντι.

Προκοπίου Μεγαλομάρτυρος (8 Ιουλίου)
Ο μάρτυς σου Κύριε, εν τη αθλήσει αυτού, το στέφος εκομίσατο της αφθαρσίας, εκ σου του Θεού ημων· έχων γαρ την ισχύν σου, τους τυράνους καθείλεν· έθραυσε και δαιμόνων τα ανίσχυρα θράση. Αυτού ταις ικεσίαις Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών.

Παγκρατίου Ιερομάρτυρος (9 Ιουλίου)
Κράτος ένθεον, ημφιεσμένος, εκ της χάριτος, του κορυφαίου, Αποστόλων ζηλωτής εχρημάτισας· και ταις ροαίς των αιμάτων Παγκράτιε, την ιεράν διπλοϊδα εφοίνιξας. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Αγίων 45 Μαρτύρων Εν Νικοπόλει (10 Ιουλίου)
Στρατός θεοσύλλεκτος, παρεμβολή ιερά, νομίμως αθλήσαντες υπέρ της δόξης Χριστού, εν Πνεύματι ώφθητε, Μάρτυρες του Κυρίου, Τεσσαράκοντα πέντε, λύσαντες δι' αγώνων, την πολύθεον πλάνην, διό υμών τους αγώνας, πάντες δοξάζομεν.

Ευφυμίας Μεγαλομάρτυρος (11 Ιουλίου)
Λίαν εύφρανας τους ορθοδόξους, και κατήσχυνας τους κακοδόξους, Ευφημία Χριστού καλλιπάρθενε·
της γαρ τετάρτης Συνόδου εκύρωσας, α οι Πατέρες καλώς εδογμάτισαν·
μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Πρόκλου Και Ιλαρίου Μαρτύρων (12 Ιουλίου)
Σταυρού την πανοπλίαν ιερώς ενδυσαμένοι, Ιλάριε και Πρόκλε, υπέρ φύσιν ηθλήσατε, και δόξης ουρανίου κοινωνοί, εδείχθητε ως μέτοχοι Χριστού· δια τούτο χαρισμάτων ταις δωρεαίς, πυρσεύετε τους κράζοντας· δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι' υμών, πάσιν ιάματα.

Σύναξις Αρχαγγέλου Γαβριήλ (13 Ιουλίου)
Των ουρανίων στρατιών, Αρχιστράτηγε, δυσωπούμεν σε αεί ημείς οι ανάξιοι, ίνα ταις σαις δεήσεσι τειχίσης ημάς, σκέπη των πτερύγων, της αϋλου σου δόξης, φρουρών ημάς προσπίπτοντας εκτενώς και βοώντας. Εκ των κινδύνων λύτρωσαι ημάς ως Ταξιάρχης των άνω Δυνάμεων.

Μεθοδίου Ομολογητού (14 Ιουνίου)
Ευσεβείας την μέθοδον προβαλλόμενος, αιρετικών διαλύεις τας επινοίας στερρώς, Ορθοδώξων η κρηπίς πάτερ Μεθόδιε· την γαρ εικόνα του Χριστού, ανεστήλωσας τιμάν, ως θείος ιεροφάντωρ· και νύν αϋλος δοξάζεις, και ικετεύεις υπέρ πάντων ημών.

Ο υψωθείς εν τω Σταυρώ. (15 Ιουλίου)
Η καλλιμάρτυς του Χρίστου Ιουλίττα, συν τριετεί αμνώ αυτής τω Κηρύκω, δικαστού προ βήματος παρέστησαν φαιδρώς, εύτολμοι κηρύττοντες. την χριστώνυμον κλήσιν, άμφω μη πτοούμενοι, απειλάς των τυρράνων και στεφηφόροι νυν εν ουρανοίς, αγαλλιώνται. Χριστώ παριστάμενοι.

Αθηνογένους Μάρτυρος (16 Ιουλίου)
Χρίσμα άγιον, εισδεδεγμένος, μάρτυς ένθεος , του Λόγου ώφθης, Αθηνογένες αθλήσας στερρότατα, και ως θυσίαν αυτώ προσενήνοχας, των φοιτητών σου δεκάδα την πάνσεπτον· μεθ' ων πρέσβευε, δοθήναι τοις σε γεραίρουσι, πταισμάτων ιλασμόν και μέγα έλεος.

Μαρίνης Μεγαλομάρτυρος (17 Ιουλίου)
Μνηστευθείσα τω Λόγω Μαρίνα ένδοξε, των επιγείων την σχέσιν πάσαν κατέλιπες, και ενήθλησας λαμπρώς ως καλλιπάρθενος· τον γαρ αόρατον εχθρόν κατεπάτησας στερρώς οφθέντα σοι Αθληφόρε. Και νύν πηγάζεις τω κόσμω των ιαμάτων τα δωρήματα.

Αιμιλιανού Μάρτυρος (18 Ιουλίου)
Ως προσφορά και ολοκάρπωμα θείον, δια πυρός προσενεχθείς τω Δεσπότη, τοις όμβροις των χαρίτων σου ευφραίνεις νυν ημάς πύρ γάρ το ουράνιον, τη ψυχή περιφέρων, ώσπερ αύραν έφερες, την κατάφλεξιν Μάρτυς. Αλλά μη παύση πάντοτε φρουρών, τους σε τιμώντας, Αιμιλιανέ ένδοξε.

Μακρίνης Οσίας (19 Ιουλίου)
Σοφίας έρωτι, τον νούν πτερώσασα, κόσμου ευπάθειαν, εμφρόνως έλιπες, και ενδιαίτημα τερπνόν, εγένου φιλοσοφίας. Σύ γαρ δι' ασκήσεως και ηθών τελειότητος, νύμφη εχρημάτισας, του Σωτήρος περίδοξος, ω πρέσβευε υπέρ των βοώντων· χαίροις Μακρίνα θεοφόρε.

Προφήτου Ηλιού (20 Ιουλίου)
Ο ένσαρκος άγγελος, των προφητών η κρηπίς, ο δεύτερος πρόδρομος, της παρουσίας Χριστού, Ηλίας ο ένδοξος, άνωθεν καταπέμψας Ελισσαίω την χάριν, νόσους αποδιώκει και λεπρούς καθαρίζει· διό και τους τιμώσιν αυτόν, βρύει ιάματα.

Συμεών Του Σαλού (21 Ιουλίου)
Ως ηνωμένοι δι' ενθέου αγάπης, σύμψυχοι ώφθητε εν πάσι τοις τρόποις, ω Ιωάννη όσιε και θείε Συμεών, ο μεν βίον ένθεον, διελθών εν ερήμω, ο δε σοφοίς σκώμμασι, τον Βελιάρ μωράνας· και νυν των θείων αμφώ αμοιβήν, καταρτυφώντες ημάς εποπτεύετε.

Μαρίας Μαγδαληνής (22 Ιουλίου)
Χριστώ δι' ημάς εκ Παρθένου τεχθέντι, σεμνή Μαγδαληνή, ηκολούθεις Μαρία, αυτού τα δικαιώματα, και τους νόμους φυλάττουσα· όθεν σήμερον, την παναγίαν σου μνήμην, εορτάζοντες, αμαρτημάτων την λύσιν, ευχαίς σου λαμβάνομεν.

Φωκά Ιερομόναχου (23 Ιουλίου)
Ως θησαυρόν ανέκλειπτον, της δωρεάς του Πνεύματος, των ιερών σου λειψάνων την λάρνακα, περικυκλούντες ένδοξε, ψυχικών νοσημάτων, και παντοίων παθών ιάσεις λαμβάνομεν. Φωκά ανευφημούντες, τα θεία σου κατορθώματα.

Χριστίνης Μεγαλομάρτυρος (24 Ιουλίου)
Του πατρός σου την πλάνην λιπούσα πάνσεμνε, της ευσεβείας εδέξω την θείαν έλλαμψιν, και νενύμφευσαι Χριστώ ως καλλιπάρθενος· όθεν ηγώνισαι στερρώς, και καθείλες τον εχθρόν, Χριστίνα Μεγαλομάρτυς. Και νύν απαύστως δυσωπεί, ελεηθήναι τας ψυχάς ημών.

Κοίμησης Αγίας Άννης (25 Ιουλίου)
Ζωήν την κυήσασαν, εκυοφόρησας, αγνήν Θεομήτορα, θεόφρον Άννα· διό προς λήξιν ουράνιον, ένθα ευφραινομένων κατοικία εν δόξη, χαίρουσα νυν μετέστης, τοις τιμώσι σε πόθω, πταισμάτων αιτουμένη ιλασμόν, αειμακάριστε.

Αγίας Παρασκευής Οσιομάρτυρος (26 Ιουλίου)
Την σπουδήν σου τη κλήσει κατάλληλον, εργασαμένη φερώνυμε, την ομώνυμον σου πίστιν εις κατοικίαν κεκλήρωσαι, Παρασκευή αθληφόρε, όθεν προχέεις ιάματα, και πρεσβεύεις υπέρ των ψυχών υμών.

Αγίου Παντελεήμονος (27 Ιουλίου)
Άθλοφορε Άγιε και ιαματικέ Παντελεήμον, πρέσβευε τω ελεήμωνι Θεώ ινα πταισμάτων άφεσιν, παράσχη ταις ψυχαίς ημών.

Οσίας Ειρήνης της Χρυσοβαλάντου (28 Ιουλίου)
Δοξαν ρέουσαν, υπεριδούσα, νύμφη άμωμος, ώφθης Κυρίου, δι' ασκήσεως, οσία εκλάμψασα. Ώς ούν Ειρήνη τυχούσα του πόθου σου, εν ομονοία ημάς διαφύλαττε, αξιάγαστε, Χριστώ τω Θεώ πρεσβεύουσα, δωρήσασθαι ημίν το μέγα έλεος.

Προχόρου, Νικάνορος Και Τίμωνος Των Αποστόλων Και Διακόνων (28 Ιουλίου)
Ως θείοι συνέκδημοι, των Αποστόλων Χριστού, θεόθεν εκρίθητε, διακονείν ευσεβώς, τω θείω πληρώματι, Πρόχορε θεηγόρε, συν Νικάνορι, άμα Τίμων ο θεοκήρυξ, Παρμενάς τε ο θείος, πρεσβεύοντες το Κυρίω δούνε ημίν άφεσιν.


Καλλινίκου Και Θεοδότης Μάρτυρων (29 Ιουλίου)
Κλησιν σύνδρομον, έχων, τω βίω νίκην κάλλιστον, ήρας εν άθλοις, καταλλήλως γεγονώς ο προσκέκλησαι· σύ γαρ καλώς τον αγώνα τελέσας σου, ως νικητής εδοξάσθης Καλλίνικε, Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Κρήσκεντος, Σίλα Και Σιλουανού Εκ Των Εβδομήκοντα Αποστόλων (30 Ιουλίου)
Οι θείοι Απόστολοι, ως ουρανοί λογικοί, την δόξαν αστράψαντες, του κενοθέντος εν γή, συμφώνως υμνείσθωσαν, Κρήσκης, Σιλουανός τε, και ο ένθεος Σίλας, αμα συν Ανδρονίκω, Επαινετός ο θεόφρων· Χριστόν γαρ ικετεύουσι, σώζεσθαι άπαντας.

Ευδοκίμου Του Δικαίου (31 Ιουλίου)
Εκ γής ο καλέσας σε, προς ουρανίους σκηνάς, τηρεί και μετά θάνατον αδιαλώβητον, το σώμα σου Άγιε· σύ γαρ εν σωφροσύνη, και σεμνή πολιτεία, μάκαρ επολιτεύσω, μη μολύνας την σάρκα· διό εν παρρησία Χριστώ, πρέσβευε σωθήναι ημάς.



AΠΟΛΥΤΙΚΙΑ ΑΥΓΟΥΣΤΟΥ


Η Πρόοδος Του Τιμίου Σταυρού (1 Αυγούστου)
Σώσον, Κύριε, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου, νίκας τοις Βασιλεύσι κατα βαρβάρων δωρούμενος, και τον σόν φυλάττων, δια του Σταυρού σου πολίτευμα.


Των 7 Παίδων Και Της Μητρός Τους Σολομόνης (1 Αυγούστου)
Τας αλγηδόνας των Αγίων, ας υπέρ σου έπαθον, δυσωπήθητι Κύριε, και πάσας ημών τας οδύνας, ίασαι φιλάνθρωπε, δεόμεθα.


Ανακομιδή Των Λειψάνων Του Πρωτομάρτυρα Στέφανου (2 Αυγούστου)
Ως πλούτος ακένωτος της αθανάτου ζωής, το θείον σου λείψανον, εκ των λαγόνων της γής, τη κτίσει ανέτειλεν· όθεν η Εκκλησία θείαν χάριν τρυγώσα, Στέφανε πρωτομάρτυς, κατά χρέος τιμά σε· ήν φύλαττε πρεσβείαις σου, εκ πάσης αιρέσεως.


Ισαακίου, Δαλματού Και Φαύστου Οσίων (3 Αυγούστου)
Τους εν ασκήσει εκλάμψαντας εν τω κόσμω, και τας αιρέσεις ανατρέψαντες τη πίστει, ύμνοις Ισαάκιον ευφημήσωμεν, συν τω Δαλματω Φαύστον, ως του Χριστού θεράποντας· αυτοί γαρ βοώσιν υπέρ πάντων ημών.


Των 7 Παίδων Εν Εφέσω (4 Αυγούστου)
Θείω Πνεύματι, αφθαρτισθέντες, πολυχρόνιον, ήνυσαν ύπνον, οι εν Εφέσω επτάριθμοι Μάρτυρες. Και αναστάντες πιστούς εβεβαίωσαν, την των ανθρώπων κοινήν εξανάστασιν. Όθεν άπαντες, συμφώνως τους τιμήσωμεν, δοξάζοντες Χριστόν τον πολυέλεον.


Ευσιγνίου Μάρτυρος (5 Αυγούστου)
Ως έμπλεως πίστεως, της προς Χριστόν ευσεβώς, νεάζον το φρόνημα, έσχες εν γήρα καλώς, Ευσίγνιε ένδοξε· όθεν ομολογήσας, τον υπέρθεον Λόγον, ήλεγξας θαρσαλέως, Παραβάτου το θράσος· εντεύθεν μετά Μαρτύρων, μάρτυς δεδόξασαι.

Η Μεταμόρφωσις του Κυρίου( 6 Αυγούστου)
Μετεμορφώθης εν τω όρει Χριστέ ο Θεός, δείξας τοις μαθηταίς σου την δόξαν σου, καθώς ηδύναντο. Λάμψον και ημίν τοις αμαρτωλοίς το φώς σου το αίδιον, πρεσβείαις της Θεοτόκου, Φωτοδότα, δόξα σοι.


Δομετίου Οσιομάρτυρος (7 Αυγούστου)
Τον της χάριτος λόγον εισποιησάμενος, πυρσολατρών τα τερθρεία, απεποιήσω σοφώς, τω Χριστώ ανατεθείς, πάτερ Δομέτιε. Και εν αθλήσει ακλινής, ως Οσίων μιμητής, εδείχθης οσιομάρτυς· διό σε ύμνοις τιμώμεν, συν φοιτητών σου τη δυάδι σοφέ.


Αιμιλιανού Κυζικου (8 Αυγούστου)
Της του Λόγου εικόνος διαγράψας την έλλαμψιν, Αιμιλιανέ ιεράρχα, δια βίου ορθότητος την ένσωμον εικόνα του Χριστού, εδίδαξας τιμάσθαι ευσεβώς. Διά τούτο ως ποιμένα και αθλητήν, τιμώμεν σε κραυγάζοντες, δόξα τω παράσχοντι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω δωρούμενω δια σού, πάσι την άφεσιν.


Ματθία Αποστόλου (9 Αυγούστου)
Θείω Πνεύματι, κεκληρωμένος, συνεπλήρωσας των Αποστόλων, την δωδεκάριθμον φάλαγγα ένδοξε· μεθ' ων κηρύξας του Λόγου την κένωσιν, εθαυμαστώθης Ματθία απόστολε. Αλλά πρέσβευε, δοθήναι τοις γεραίρουσι,πταισμάτων ιλασμόν και μέγα έλεος.


Λαυρεντίου Αρχιδιακόνου (10 Αυγούστου)
Τω Θείω Πνεύματι, καταυγαζόμενος, ως άνθραξ έφλεξας, πλάνης την άκανθαν, αρχιδιάκονε Χριστού, Λαυρέντιε αθλοφόρε· όθεν ως θυμίαμα, λογικόν ολοκαύτωσαι, τω σε μεγαλύναντι, τω πυρί τελειούμενος· διό τους τιμώντας θεόφρον, σκέπε εκ πάσης επηρείας.


Νήφωνος Πατριάρχου Κωνσταντινουπόλεως (11 Αυγούστου)
Έργοις έλαμψας, της ευσεβείας, πάσαν ηύγασας, την Εκκλησίαν, της ταπεινώσεως τρόποις υψούμενος· ασκητικώς δοξασθείς γαρ εν Άθωνι, πατριαρχών καλλονή εχρημάτισας, Νήφων ένδοξε, θείων χαρισμάτων έμπλησον, τους πίστει και πόθω σε μεγαλύνοντας.


Φωτίου Και Ανικήτου Μαρτύρων (12 Αυγούστου)
Θείας πίστεως, τη συμφωνία, την οικείωσιν, της συγγενείας, δι' αγώνων ιερών ελαμπρύνατε, θεομακάριστε μάρτυς Ανίκητε, συν τω Φωτίω φωτόςτω θεράποντι. Αλλ' αιτήσασθε, δοθήναι πταισμάτων άφεσιν, τοις μέλπουσιν υμών, την θείαν άθλησιν.


Μετάθεσης Ιερού Λειψάνου Του Οσίου Μαξίμου (13 Αυγούστου)
Την των λειψάνων του, αγίαν λάρνακα, αρωματίζουσαν ζωής τας χάριτας, ως κιβωτόν αγιασμού, πλουτίσαντες θεοφόρε, εξ αυτής δρεπόμεθα, χάριν θείαν και έλεος. Μαξίμε πανεύφημε, της σοφίας ο τρόφιμος. Διό μή διαλίπης πρεσβεύειν, θείας τύχειν ημάς ευκλεείας.


Προφήτου Μιχαίου (14 Αυγούστου)
Ως όρος περίοπτον, και εμφανές αληθώς, προείδες εν Πνεύματι, την Εκκλησίαν Χριστού, Μιχαία θεόπνευστε· όθεν οι ευρηκότες εν αυτή σωτηρίαν, βαίνουσιν ως προέφης, εν ταις τριβοίς Κυρίου, γεραίροντες προφήτα, την πάνσεπρον μνήμην σου.

Η Κοίμησις της Θεοτόκου( 15 Αυγούστου)
Εν τη Γεννήσει, την παρθενίαν εφύλαξας, εν τη Κοιμήσει τον κόσμον ού κατέλιπες Θεοτόκε, μετέστης προς την ζωήν, Μήτηρ υπάρχουσα της ζωής, και ταις πρεσβείαις ταις σαίς λυτρουμένη εκ θανάτου τας ψυχάς ημών.


Διομήδους Μάρτυρος (16 Αυγούστου)
Την ιατρικήν, κτησάμενος επιστήμην, της αθλητικής εμοίρασας ευκληρίας, ως κηρύξας ενδόξως, Χριστόν τον Θεόν ημών, παμμακάριστε Διομήδες, Αναργύρων εγκαλλώπισμα, και προστάτα των βοώντων σοι. Αυτός γένου ιατήρ, τοις σοίς δούλοις σοφέ.


Μύρωνος Ιερομάρτυρος (17 Αυγούστου)
Ως θείον αλάβαστρον, των ιερών αρετών, πιστώς ιερατεύσας, τη Εκκλησία Χριστού, και χαίρων ενήθλησας· όθεν τη ευωδία, των εν σοί χαρισμάτων, Μύρων Ιερομάρτυς, των παθών το δυσώδες, απέλασον ανενδότως, εκ των ψυχών ημών.


Φλώρου Και Λαύρου Μαρτύρων (18 Αυγούστου)
Ευσεβείας τοις τρόποις εκγυμναζόμενοι, του μαρτυρίου την τριβήν διαπεράτε καλώς, ως αυτάδελφοι κλεινοί Χριστόν δοξάσαντες· όθεν γεραίρομεν υμάς, ως γενναίους Αθλητάς, Φλώρε και Λαύρε βοώντες. Απο παντοίας ανάγκης, ρύσασθαι πάντας ημάς, Άγιοι.


Ανδρέου Μεγαλομάρτυρος Του Στρατηλάτου (19 Αυγούστου)
Θείας πίστεως, τη δυναστεία, προσενήνοχας, ως στρατηγέτης, τω Παντάνακτι στρατόν θεοσύλλεκτον· τύπος γαρ τούτων Αωδρέα γενόμενος, μαρτυρικώς συν αυτοίς ηνδραγαθήσας. Μεθ' ών πρέσβευε, Κυρίω τω σέ δοξάσαντι, δωρήσασθαι ημίν το μέγα έλεος.


Σαμουήλ Του Προφήτου (20 Αυγούστου)
Εκ στείρας εβλάστησας, δικαιοσύνης καρπός, προφαίνων την μέλλουσαν, ευεργεσίαν ημίν Σαμουήλ θεσπέσιε· όθεν ιερατεύσας, παιδιόθεν Κυρίω, έχρισας ως Προφήτης, βασιλείς θείω μύρω. Και νύν των σε ευφημούντων, μάκαρ μνημόνευε.


Θαδδαίου Αποστόλου (21 Αυγούστου)
Θεού του εν σώματι, επιφανέντος ημίν, αυτόπτης γενόμενος, και ιερός μαθητής, Θαδδαίε Απόστολε, έλαμψας τοις εν σκότει, την σωτήριον χάριν· ώφθης των εν Εδέσση ιατήρ λαμπαδούχος· διό τους προσιόντας σοι, σκέπε εκάστοτε.


Παναγίας Προυσιωτίσσης (22 Αυγούστου)
Παρέστης Παρθένε εκ δεξιών, του Παμβασιλέως, ως βασίλισσα του παντός, περιβεβλημένη, αθανασίας αίγλην, αρθείσα μετά δόξης προς τα ουράνια.


Λούπου Μάρτυρος (23 Αυγούστου)
Την απροσμάχητον, του Λόγου δύναμιν, Λούππε μακάριε, περιζωσάμενος, κατεπολέμησας στερρώς, τον άρχοντα της κακίας· σύ γαρ υπερέλαμψας, εν αγώσιν αθλήσεως· όθεν και απέλαβες, το βραβείον των άθλων σου, πρεσβεύων εκτενώς, αθλοφόρε, διδόναι ημίν πταισμάτων λύσιν.


Ιερομάρτυρος Κοσμά του Αιτωλού( 24 Αυγούστου)
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, την Εκκλησίαν, ζηλωτής των Αποστόλων γενόμενος, σύ γαρ τη Θεία αγάπη πτερούμενος, Ευαγγελίου τον λόγον διέσπειρας και κατασπειράς τα θεία διδάγματα, μαρτυρικώς τον αγώνα ετέλεσας . Κοσμά ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Βαρθολομαίου Και Τίτου Αποστόλων (25 Αυγούστου)
Απόστολοι άγιοι, πρεσβεύσατε τω ελεήμονι Θεώ, ινά πταισμάτων άφεσιν, παράσχη ταις ψυχαίς ημών.


Ανδριανού Και Ναταλίας Μαρτύρων (26 Αυγούστου)
Αναφαίρετον, όλβον ηγήσω, την σωτήριον, πίστιν τρισμάκαρ καταλιπών την πατρώαν ασέβειαν· και τω Δεσπότη κατ' ίχνος επόμενος, κατεπλουτίσθης ενθέοις χαρίσμασιν. Ανδριανέ ένδοξε, Χριστόν τον Θεόν ικέτευε, ομού συν Ναταλία τη θεόφρονι.


Αγίου Φανουρίου( 27 Αυγούστου)
Ουράνιον εφύμνιον εν γή τελείται λαμπρώς, επίγειον πανήγυριν, νύν εορτάζει φαιδρώς, Αγγέλων πολίτευμα, άνωθεν υμνωδίαις ευφημούσιν τους άθλους, κάτωθεν Εκκλησία, την ουράνιον δόξαν, ην εύρες πόνοις και άθλοις, τοις σοίς Φανούριε ένδοξε.


Μωυσέως Αιθίοπος (28 Αυγούστου)
Των παθών καταλείψας πάτερ την Αίγυπτον, των αρετών εν τω όρει ανήλθες πίστει θερμή, τον Σταυρόν τον του Χριστού άρας επ' ώμων σου· και δοξασθείς θεουργικώς, τύπος ώφθης μοναστών, Μωσή πατέρων ακρότης. Μεθ' ών απαύστως δυσώπει, ελεηθήναι τας ψυχάς ημών.


Η Αποτομή της κεφαλής του Προδρόμου( 29 Αυγούστου)
Μνήμη δικαίου μετ' εγκωμίων, σοι δε αρκέσει η μαρτυρία του Κυρίου, Πρόδρομε. Ανεδείχθης γαρ όντως και προφητών σεβασμιώτερος, ότι και εω ρείθροις βαπτίσαι, κατηξιώθης τον κυρηττόμενον. Όθεν της αληθείας υπερθλήσας, χαίρων ευαγγελίσω και τοις εν άδη Θεόν φανερωθέντα εν σαρκί, τον αίροντα την αμαρτίαν του κόσμου, και παρέχοντα ημίν το μέγα έλεος.


Αλεξάνδρου, Ιωάννου Και Παύλου Πατριαρχών Κωνσταντινουπόλεως
(30 Αυγούστου)
Μύσται ουράνιοι, αποδεικνύμενοι, θείοι εκφάντορες, τω κόσμω ώφθητε, την Εκκλησίαν του Χριστού, ποιμάναντες θεαρέστως, ιερέ Αλέξανδρε, της Τριάδος ο πρόμαχος, Ιωάννη ένδοξε, της χάριτος ο τρόφιμος και Παύλε ιερέων ακρότης· όθεν υμάς ανευφημούμεν.


Κατάθεσις Τιμίας Ζώνης Της Θεοτόκου (31 Αυγούστου)
Θεοτόκε αειπάρθενε, των ανθρώπων η σκέπη, Εσθήτα και Ζώνην του άχραντου σου σώματος, κραταιάν τη Πόλει σου περιβολήν εδωρήσω τω ασπόρω τόκω σου, άφραρτα διαμείναντα· επί σοι γαρ και φύσις καινοτομείται και χρόνος. Διό δυσωπούμεν σε, Ειρήνην τη πολιτεία σου δώρησαι, και ταις ψυχαίς ημών το μέγα έλεος.


AΠΟΛΥΤΙΚΙΑ ΣΕΠΤΕΜΒΡΙΟΥ


Των Αγίων 40 Παρθενομαρτύρων( 1 Σεπτεμβρίου)
Αθλητών αι χορείαι δεύτε συνδάμετε και τεσσαράκοντα Κόρας μετά Αμμούν ευσεβούς, μεγαλύνατε λαμπρώς πανηγυρίζουσι, ότι ενήθλησαν στερρώς τη ασκήσει εν Χριστώ ρωσθείσαι και λαμπρύνθησαι, πρεσβεύουσαι τω Κυρίο ελεηθήναι τας ψυχάς ημών.
{Τα ονόματα των 40 εξ Ανδριανουπόλεως Ελληνίδων Παρθενομαρτύρων είναι τα εξής: Αδαμαντίνη, Αθηνά, Ακριβή, Αντιγόνη, Ασπασία, Αφροδίτη, Διόνη, Δωδώνη, Ελπινίκη, Ερασμία, Ερατώ, Ερμηνεία, Ευτέρπη, Θάλεια, Θεανόη, Θεανώ, Θεόνυμφη, Θεοφάνη, Καλλιρόη, Καλλίστη, Κλειώ, Κλεονίκη, Κλεοπάτρα, Κοραλλία, Λάμπρω, Μαργαρίτα, Μυριάνθη, Μελπομένη, Μόσχω, Ουρανία, Πανδώρα, Πηνελόπη, Πολύμνια, Πολυνίκη, Σαπφώ, Τερψιχόρη, Τρωάς, Χάϊδω και Χαρίκλεια}

Συμεών Του Στυλίτου (1 Σεπτεμβρίου)
Ως στήλην θεόγραφον, των ιερών αρετών, του βίου σου έλιπες, τας αναβάσεις ημίν. Συμεών παμμακάριστε· σύ γαρ επί του στύλου, ως πυρσός διαλάμπων, έλκεις ημάς χαμόθεν, προς ζωήν ουράνιαν, τον τρόπον της ευδρομίας, φαίνων τοις έργοις σου.


Αγίου Μάμαντος( 2 Σεπτεμβρίου)
{Προστάτης ποιμένων}
Παφλαγονίας ο κλάδος και μαρτύρων αγλάϊσμα, πόλεως Μόρφου το κλέος και Κυπρίων το καύχημα, Λεόντων χάσματα έφραξας, Μάμα σοφέ, και μαρτυρίου τον στέφανον κομισάμενος. Δόξα τω σέ δοξάσαντι και θαυμαστώς ενισχύσαντι, δόξα τω χορηγούντι δια σού πάσιν ιάματα.


Μάμαντος Μάρτυρος έταιρον απολυτίκιο (2 Σεπτεμβρίου)
Ο Μάρτυς σου Κύριε, εν τη αθλήση αυτού, το στέφος εκομίσατο της αφθαρσίας, εκ σου του Θεού ημών· έχων γαρ την ισχύν σου, τους τυράννους καθείλεν· έθραυσε και δαιμόνων τα ανίσχυρα θράση· αυτού ταις ικεσίαις Χριστέ, ο Θεός, σώσον τας ψυχάς ημών.

Πολύδωρου του Κυπρίου ( 3 Σεπτεμβρίου)
Μέγα Καύχημα της Λευκωσίας, μέγα στήριγμα πέλεις Εφέσου, μέγα κλέος τε των δύο πόλεων, της μέν γαρ γόνος σεπτός εχρημάτισας, την δε τα σά επορφύρωσαν αίματα. Αλλά πρέσβευε Χριστώ τω Θεώ Πολύδωρε, ινα ρυσθώμεν κινδύνων και θλίψεων.


Ανθίμου Ιερομάρτυρος (3 Σεπτεμβρίου)
Και τρόπων μέτοχος, και θρόνων διάδοχος, των Αποστόλων γενόμενος, την πράξιν εύρες θεόπνευστε, εις θεωρίας επίβασιν· διά τούτον τον λόγον της αληθείας ορθοτομών, και τη πίστει· ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Άνθιμε· πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Μωϋσέως Προφήτου (4 Σεπτεμβρίου)
Του Προφήτου σου Μωϋσέως την μνήμην, Κύριε εορτάζοντες, δι' αυτού σε δυσωπούμεν. Σώσον τας ψυχάς ημών.


Ζαχαρίου Προφήτου (5 Σεπτεμβρίου)
Ιερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατά τον νόμον του Θεού, ολοκαυτώματα δεκτά, ιεροπρεπώς προσενήνοχας Ζαχαρία· και γέγονας θεατής μυστικών, τα σύμβωλα εν σοί, τα της χάριτος, φέρων εκδήλως πάνσοφε· και ξίφει αναιρεθής εν τω ναώ του Θεού, Χριστού Προφήτα, συν τω Προδρόμω, πρέσβευε σωθήναι τας ψυχάς ημών.


Ανάμνησις Του Εν Χωναίς Θαύματος Του Αρχαγγέλου Μιχαήλ
(6 Σεπτεμβρίου)
Των ουρανίων στρατιών Αρχιστράτηγε, δυσωπούμεν σε αεί ημείς οι ανάξιοι, ινα ταις σαίς δεήσεσι τειχίσης ημάς, σκέπη των πτερύγων της αϋλου σου δόξης, φρουρών ημάς προσπίπτοντας εκτενώς και βοώντας. Εκ των κινδύνων λύτρωσαι ημάς, ως Ταξιάρχης των άνω Δυνάμεων.


Σώζοντος Μάρτυρος (7 Σεπτεμβρίου)
Τον Αληθή και θεοφόρον Μάρτυρα, και αθλητήν της ευσεβείας δόκιμον, συνελθόντες ανυμνήσωμεν, μεγαλοφώνως πάντες σήμερον, Σώζοντα τον θείον μύστην της χάριτος, ιάσεων δοτήρα πλουσιώτατον· πρεσβεύει γαρ τω Θεώ υπέρ πάντων ημών.

Το Γενέθλιον της Θεοτόκου ( 8 Σεπτεμβρίου)
Η Γέννησίς σου Θεοτόκε, χαράν εμύνησε πάση τη Οικουμένη, εκ σού γαρ ανέτειλεν ο ήλιος της δικαιωσύνης, Χριστός ο Θεός ημών, και λύσας την κατάραν, έδωκε την ευλογίαν, και καταργήσας τον θάνατον, εδωρήσατο ημίν ζωήν την αιώνιον.


Ιωακείμ Και Άννης (9 Σεπτεμβρίου)
Των δικαίων Θεοπατόρων σου Κύριε την μνήμην εορτάζοντες, δι' αυτών σε δυσωπούμεν, Σώσον τας ψυχάς ημών.


Μηνοδώρας, Μητροδώρας Και Νυμφοδώρας Μαρτύρων
(10 Σεπτεμβρίου)
Τον Τρισάριθμον σύλλογον και θεόπλοκον, των αυτάδελφων Παρθένων στέψωμεν θείαις ωδαίς· ανδρικώς γαρ τον εχθρόν κατετροπώσαντο· όθεν προϊσταντι ημών,, των βοώντων εκτενώς· χαίρε σεμνή Μηνοδώρα, συν Μητροδώρα τη θεία, και Νυμφοδώρα τη θεόφρονι.


Θεοδώρας Οσίας (11 Σεπτεμβρίου)
Εν σοι, Μήτερ, ακριβώς διεσώθη το κατ' εικόνα· λαβούσα γαρ τον σταυρόν, ηκολούθησας τω Χριστώ, και πράττουσα εδίδασκες, υπέροραν μεν σαρκός· παρέρχεται γαρ επιμελείσθαι δε ψυχής, πράγματος αθανάτου· διό και μετά Αγγέλων συναγάλλεται, οσία Θεοδώρα, το πνεύμα σου.


Αυτονόμου Ιερομάρτυρος (12 Σεπτεμβρίου)
Εκ Δυσμών ανατείλας ως αστήρ ουρανόφωτος, και προς την Εώαν εκλάμψας, ταις ακτίσι των τρόπων σου, τον Ήλιον της δόξης Ιησούν, εδόξασας αθλήσει σου στερρά· διά τούτο εδοξάσθης θεουργικώς Αυτόνομε Πατήρ ημών. Δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.


Κορνηλίου Εκατόνταρχου (13 Σεπτεμβρίου)
Δικαιοσύνης διαπρέπων τοις έργοις, τον φωτισμόν της ευσεβείας εδέξω, και Αποστόλων σύμπονος εδείχθης αληθώς· τούτοις κοινωνήσας γαρ, δι' ένθεον καμάτων, του Χριστού την σάρκωσιν, ανέκραξας πάσι· μεθ' ων δυσώπει σώζεσθαι ημάς, τους σε τιμώντας, παμμάκαρ Κορνήλιε.

Ύψωσις του Τιμίου Σταυρού (14 Σεπτεμβρίου)
Σώσον Κύριε,τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου, νίκας τοις Βασιλεύσι κατα βαρβάρων δωρούμενος, και το σόν φυλάττων, δια του Σταυρού σου πολίτευμα.


Ο Αγίου Κυπριανού (14 Σεπτεμβρίου)
Ήχος δ.

Και τρόπων μέτοχος, και θρόνων διάδοχος των Αποστόλων γενόμενος, την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν, διά τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήθλησας μέχρις αίματος, ιερομάρτυς Κυπριανέ, πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.


Νικήτα Μάρτυρος (15 Σεπτεμβρίου)
Νίκην έστησας κατά της πλάνης, νίκην είληφας, άφθαρτον γέρας, επαξίως Νικήτα φερώνυμε· σύ γαρ νικήσας εχθρών την παράταξιν, δια πυρός τον αγώνα ετέλεσας. Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Απολυτίκιον  Αγ.  Βησσαρίωνος. (15 Σεπτεμβρίου)

Κανόνα  πίστεως

Της  Πύλης  το  βλάστημα,  της  Θεσσαλίας  φωστήρ,  της  Τρίκκης  το  σέμνωμα  και  των  θαυμάτων  πηγή  εδείχθης  τρισόλβιε΄ πάσαν  δοκιμασίαν  εν  Χριστώ  υπομείνας,  δόξη  ηγλαισμένος  συν  Αγγέλοις  αγάλλη. Άγιε  Βησσαρίων  πανάριστε,  πρέσβευε  Χριστώ  τω  Θεώ  σωθήναι  τας  ψυχάς  ημών.



Ευφημίας Μεγαλομάρτυρος (16 Σεπτεμβρίου)
Τω θείω έρωτι, λαμπρώς αθλήσασα, εις οσμήν έδραμεςμ Χριστού πανεύφημε, οία νεανίς παγκάλλης, και Μάρτυς πεποικιλμένη· όθεν εισελήλυθας, εις παστάδα ουράνιον, κόσμω διανέμουσα, ιαμάτων χαρίσματα, και σώζουσα τους σοι εκβοώντας· χαίροις θεόφρον Ευφημία.

Αγίου Αυξιβίου( 17 Σεπτεμβρίου)
Τον Θεόν παιδιόθεν αγάπησας Αυξιβιε, ειδωλολατρίας την πλάνην ευτελές ώσπερ ράκος απέβαλες, και φεύγων εφημέρων χαρμονήν, ουράνιον απήλαυσας τροφήν, εν αυλαίς ταις του Κυρίου, διακονών τον δι' ημάς πτωχεύσαντα. Σεμνύνονται μάκαρ επι σοί Ρωμαίων αστύ αμα Κύπρος τε, Κώμη δι' Αστρομερίτου ως πολιούχον σε έχοντα.


Σοφίας, Πίστεως, Ελπίδος Και Αγάπης Μαρτύρων (17 Σεπτεμβρίου)
Ως ελαία κατάκαρπος ανεβλαστήσας, εν ταις αυλαίς του Κυρίου Σοφία Μάρτυς σεμνή, και προσήγαγες Χριστώ καρπόν ηδύτατον, τους της νηδύος σου βλαστούς, δι' αγώνων ευαγών, Αγάπην τε και Ελπίδα, συν τη θεόφρονι Πίστει· μεθ' ων δυσώπει υπέρ πάντων ημών.


Ευμενίου Επισκόπου Γορτύνης (18 Σεπτεμβρίου)
Ταχύν προμυθέα σε, και αρωγόν ευμενή, κεκτήμεθα Όσιε, ως του Χριστού μιμητήν. Ευμένιε ένδοξε, σύ γαρ αναβλαστών, συμπαθείας τα ρείθρα, βρύεις τη Εκκλησία, ιαμάτων πελάγη. Αλλά και τοις τιμώσι σε, σκέπη γενήθητι.


Τροφίμου, Σαββατίου Και Δορυμέδοντος Μαρτύρων (19 Σεπτεμβρίου)
Την ακαθαίρετον Τριάδος δύναμιν, ανθοφορήσαντες Μάρτυρες ένδοξοι, εναπετέματε στερρώς, την ακάνθαν της απάτης, Τρόφημε μακάριε, Εκκλησίας εντρύφημα, Σαββάτιε πάνσοφε, Αθλητών εγκαλλώπισμα, και δόξα ευσεβών Δορυμέδον· όθεν Υμάς ανευφημούμεν.


Ευσταθίου Μεγαλομάρτυρος (20 Σεπτεμβρίου)
Την απροσμάχητον, του Λόγου δύναμιν, Λούππε μακάριε, περιζωσάμενος, κατεπολέμησας στερρώς, τον άρχοντα της κακίας· σύ γαρ υπέρλαμψας, εν αγώσιν αθλήσεως· όθεν και απέλαβες, το βραβείον των άθλων σου, πρεσβεύων εκτενώς, αθλοφόρε, διδόναι ημίν πταισμάτων λύσιν.


Κορδάτου Αποστόλου (21 Σεπτεμβρίου)
Σοφίας ταις ακτίσι φαιδρύνας σου τον βίον, είλκυσας του Πνεύματος μάκαρ την πυρίπνοον χάριν, και ηύγασας δόγματα ζωής, Κορδάτε ως Απόστολος Χριστού· διά τούτο ως φωστήρα σε απλανή, γεραίροντες εκβοώμεν· δόξα τω δοξάσαντι Χριστώ, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.


Φωκά Ιερομάρτυρος (22 Σεπτεμβρίου)
Εκ βρέφους του Πνεύματος, όφθεις δοχείον λαμπρόν, θαυμάτων επλούτησας, την παρ' αυτού δωρεάν, Φωκά ιερώτατε· όθεν ιερουργήσας, τω Σωτήρι οσίως, έπιες εν αθλήσει, το ποτήριον τούτου, ω πρέσβευε δεόμεθα, υπέρ των ψυχών ημών.


Συλλήψεως Τιμίου Προδρόμου (23 Σεπτεμβρίου)
Η πρώην ου τικούσα, στείρα ευφράνθητι· ιδού γαρ συνέλαβες, Ηλίου λύχνον σαφώς, φωτίζειν τον μέλλοντα, πάσαν την οικουμένη, αβλεψίαν νοσούσαν· χόρευε Ζαχαρία, εκβοών παρρησία. Προφήτης του Υψίστου εστίν, ο μέλλών τίκτεσθαι.


Η Πρωτομάρτυς και Οσία Θέκλα (24 Σεπτεμβρίου)
Του Παύλου συνέκδημος, ως καθαρά την ψυχήν, και πρώταθλος πέφηνας, εν γυναιξίν ευκλεώς, Χριστόν αγαπήσασα· ού γαρ της ευσεβείας, πτερωθείσα τω πόθω, ήθλησας υπέρ φύσιν, Ισαπόστολε Θέκλα. Διό σε ο Πανοικτίρμων, νύμφην ηγάγετο.


Σύναξις Υπεραγίας Θεοτόκου Μυρτιδιωτίσσης (24 Σεπτεμβρίου)
Ως κρήνη ακένωτος, των παρά σοι αγαθών, Εικών σου η άχραντος, τοις Κυθηρίοις Αγνή, εδόθη κραυγάζουσι, χαίρε η προστασία, πάντων των δεομένων, χαίρε η σωτηρία, των τιμώντων σε πόθω, χαίρε η τω παραλύτω, την ίασιν βραβεύουσα.


Ευφροσύνης Οσίας (25 Σεπτεμβρίου)
Ως παρθένος φρόνιμη και αδιάφθορος, κατηγγυήθης οσίως τω Ζωοδότη Χριστώ και προσκαίρων την χλιδήν εμφρόνως έλιπες· όθεν εν μέσω των ανδρών, ως αμόλυντος αμνάς, εξέλαμψας Ευφροσύνη, και του Βελίαρ τα κέντρα, τη πολιτεία σου απήμβλυνας.


Μετάστασις Αγίου Ιωάννου Του Θεολόγου (26 Σεπτεμβρίου)
Απόστολε, Χριστώ τω Θεώ ηγαπημένε, επιτάχυνον, ρύσαι λαόν αναπολόγητον· δέχεται σε προσπίπτοντα, ο επιπεσόντα τω στήθει καταδεξάμενος· όν ικέτευε Θεολόγε, και επιμονόν νέφος εθνών διασκεδάσαι, αιτούμενος ημίν ειρήνην, και το μέγα έλεος.


Καλλιστράτου Μάρτυρος (27 Σεπτεμβρίου)
Τω Θείω Πνεύματι, περιφραξάμενος, Μάρτυς Καλλίστρατε, λαμπρώς ηρίστευσας, καταβαλών τον δυσμενή, σοφία των σών αγώνων· όθεν και προσήγαγες, τω Χριστώ ως θυμίαμα, δήμον παναοίδημον, Αθλητών πιστευσάντων σοι, μεθ' ων υπέρ ημών εκδυσώπει, των ευφημούντων σε εν ύμνοις.


Χαρίτωνος Ομολογητού (28 Σεπτεμβρίου)
Χαρίτων του Πνεύματος, καταυγασθείς ταις αυγαίς, φωστήρ εχρημάτισας, της εναρέτου ζωής, Χαρίτων μακάριε. Σώ γαρ ομολογία, αληθείας εμπρεψας, έλαμψας εν ερήμω, εγκρατείας τοις πόνοις. Διό των ευφημούντων σε, Πάτερ μνημόνευε.


Κυριακού του Αναχωρητού (29 Σεπτεμβρίου)
Χριστώ ηκολούθησας, καταλιπών τα της γής, και βίον ισάγγελον, επολιτεύσω σαφώς, ως άσαρκος Όσιε, σύ γαρ εν ταις ερήμοις, προσχωρών θείω πόθω, σκίλλη πικρά την πάλαι πικράν γεύσιν απώσω. Σιό Κυριακέ Θεοφόρε, αξίως δεδόξασαι.


Γρηγορίου Ιερομάρτυρος (30 Σεπτεμβρίου)
Θείας πίστεως τη γεωργία, ενεούργησας, βροτών καρδίας, κατασπείρας την του Λόγου επίγνωσιν, και λαμπρυνθείς μαρτυρίου τοις στίγμασιν, ιεράρχα Γρηγόριε έφανας. Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


AΠΟΛΥΤΙΚΙΑ ΟΚΤΩΒΡΙΟΥ

Όλων των Κυπρίων Αγίων( Πρώτη Κυριακή του Οκτωβρίου)
Τους εν Κύπρω Αγίους, Αποστόλους και Μάρτυρας, και συν Ιεράρχας Οσίους κατα χρέος οι Κύπριοι, χορείαν συγκροτήσαντες καινήν, τιμήσωμεν ωδαίς πνευματικαίς, ως της Νήσου καλλώπισμα ευκλεή, και αρωγούς κραυγάζοντες. Δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω χορηγούντι δι' υμών, ημίν θεία δωρήματα.


Ανανίου Αποστόλου (1 Οκτωβρίου)
Απόστολε άγιε Ανανία, πρέσβευε τω ελεήμονι Θεώ, ινα πταισμάτων άφεσιν, παράσχη τας ψυχαίς ημών.


Κυπριανού και Ιουστίνης( 2 Οκτωβρίου)
Και τρόπων μέτοχος, και θρόνων διάδοχος, των Αποστόλων γενόμενος, την πράξιν εύρες θεόπνευστε, εις θεωρίας επίβασιν, δια τούτο τον λόγον της αληθείας ορθοτομών, και τη πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Κυπριανέ, συν τη Αγία Ιουστίνη τη συνάθλω. Πρεσβεύσατε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Κυπριανού Ιερομάρτυρος Και Ιουστίνης Μάρτυρος έταιρον απολυτίκιο (2 Οκτωβρίου)
Θείας πίστεως, τη φωταυγεία, σκότος έλιπες, της ασεβείας, και φωστήρ της αληθείας γεγένησαι· ποιμαντικώς γαρ φαιδρύνας τον βίον σου, Κυπριανέ τη αθλήσει δεδόξασαι. Πάτερ Όσιε, τον Κτίστην ημίν ιλέωσαι, ομού συν Ιουστίνη τη θεόφρονι.


Διονυσίου Αρεοπαγίτου Ιερομάρτυρος (3 Οκτωβρίου)
Χρηστότητα εδιδάχθεις, και νήφων εν πάσιν, αγαθήν συνείφησιν ιεροπρεπώς ενδυσάμενος, ήντλησας εκ του Σκεύους της εκλογής τα απόρρητα, και την πίστην τηρήσας, τον ίσον δρόμον τετέλεκας, ιερομάρτυς Διονύσιε. Πρέσβευε Χριστώ τω Θεώ σωθήναι τας ψυχάς ημών.


Ιωάννου του Λαμπαδιστή (4 Οκτωβρίου)
Της Λαμπάδος το κλέος, και Κυπρίων αγλάϊσμα, και θαυματουργός όντως ώφθης, Ιωάννη Πατήρ ημών Όσιε. Νηστεία κατατήξας της σαρκός, αλόγους ενθυμήσεις πανσθενώς, όθεν χάριν ιαμάτων, εξ ουρανών ενεδέξω θεόπνευστε. Δόξα τω δεδοκώτι σοι ισχύν, δόξα τω σέ στεφανώσαντι, δόξα τω ενεργούντι δια σού πάσιν ιάματα.


Ιερόθεου Επισκόπου Αθηνών (4 Οκτωβρίου)
Του Παύλου ηλίευσαι ταις θεηγόροις πλοκαίς, και όλος γεγένησαι, ιερωμένος Θεώ, σοφέ Ιερόθεε· σύ γαρ φιλοσοφίας, ταις άκτισιν εκλάμπων, ώφθης θεολογίας, ακριβούς υποφήτης· δι' ής μυσταγωγούμεθα, Πάτερ τα κρείττονα.

Χαριτίνης Μάρτυρος (5 Οκτωβρίου)
Θεία χάριτι, κραταιωθείσα, κράτος ήσχυνας της δυσσεβείας, Χαριτίνη υπέρ φύσιν αθλήσασα· όθεν χαρίτων πηγήν αδαπάνητον, ως γλυκασμόν αναβλύζεις τοις κράζουσι. Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Ιερομάρτυρος Ερμογένους
Της Φοινήκης ο κλάδος και Σαμίων το στήριγμα, φύλαξ και φρουρός των Κυπρίων, Ερμογένες πατήρ ημών αναδείχθεις, την θάλασσαν διήλθες ώσπερ ζών, και ταύτης τρικυμίας χαλινών, θαυμασίως λάρνακά σου, Επισκοπή τη πόλει κατεστήριξας, δόξα το ούτως ευδοκίσαντι Θεώ, δόξα τω σέ οδηγήσαντι, δόξα τω ενεργούντι δια σού πάσιν ιάματα.

Οσίου Κενδέου( 6 Οκτωβρίου)
{Ανακουφιστής των πόνων}
Της ερήμου πολίτης και εν σώματι Άγγελος, και θαυματουργός ανεδείχθης, θεοφόρε Κενδέα, πατήρ ημών όσιε, νηστεία, αγρυπνία, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τους νοσούντας και τας ψυχάς, των πίστει προστρεχόντων σοι. Δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σέ στεφανώσαντι, δόξα τω ενεργούντι δια σού πάσιν ιάματα.


Θωμά Αποστόλου (6 Οκτωβρίου)
Ως θείος Απόστολος, θεολογίας κρουνούς, ενθέως εξήντλησας, εκ λογχονύκτου πλευράς, Χριστού του Θεού ημών. Όθεν της ευσεβείας, κατασπείρας τον λόγον, έλαμψας εν Ινδία, ως ακτίς ουράνια, Θωμά των Αποστόλων, το θείον αγλάϊσμα.




Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος. 7 Οκτωβρίου
Τριάδος τῆς Ἁγίας ὁπλῖται τροπαιοῦχοι, ἡ λαμπρὰ δυὰς τῶν Μαρτύρων, ὡράθητε ἐν ἄθλοις, Σέργιος ὁ θεῖος ἀριστεύς, καὶ Βάκχος ὁ γενναῖος ἀθλητής· διὰ τοῦτο δοξασθέντες περιφανῶς, προΐστασθε τῶν βοώντων· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.

Των 99 Οσίων Πατέρων Εν Κρήτη (7 Οκτωβρίου)
Χορός πολυάριθμος, των Ασκητών του Χριστού, λαμπρώς συγκρωτούμενος, τω της αγάπης δεσμώ, εν Κρήτη εξέλαμψεν· ένθα και ομοφρόνως, ενασκήσαντες πίστει, πάντες μια ημέρα, μετετέθησας άνω, πρεσβεύοντες Χριστώ τω Θεώ, δούναι πάσιν ημίν συγχώρησιν.




Πελαγίας Μάρτυρος (8 Οκτωβρίου)
Εξ' ακανθών καθάπερ ρόδον ευώδες, τη Εκκλησία Πελαγία εδείχθεις, τοις εναρέτοις πράξεσιν, ευφραίνουσα ημάς· όθεν και προσήγαγες ως οσμήν ευωδίας, τω σε θαυματώσαντι, τον σον βίον Οσία. Ον εκδυσώπει σώζεσθαι ημάς, παθών παντοίων, ψυχής τε και σώματος.


Ιακώβου Αλφαίου Αποστόλου (9 Οκτωβρίου)
Την χάριν του Πνεύματος γλωσσοπυρσεύτω πνοή, ως θείος Απόστολος, υποδέχθεις τη ψυχη, Ιάκωβε ένδοξε, έλαμψας εν τω κόσμω, ως αστήρ εωσφόρος· έλυσας των ειδώλων, την πολύθεον νύκτα. Και νύν απαύστως δυσώπει, υπέρ των ψυχών ημών.

Τὸν συνάναρχον Λόγον.Σωφροσύνης τὴν χλαῖναν τὴν θεούφαντον, κατεποικίλατε χρόαις τῶν ἱερῶν ἀρετῶν, ὁμοφρόνως ἐν σπουδῇ ἄμφω ἀσκήσαντες, ὅθεν ὑμῶν τὴν σιωπήν, ἡ τρισάγιος ᾠδή, ἐδέξατο ἐν ὑψίστοις, Ἀνδρόνικε σὺν τὴ θεία, Ἀθανασία τὴ Θεόφρονι


Ευλαμπίου Και Ευλαμπίας (10 Οκτωβρίου)
Της φύσεως θεσμώ, συνημμένοι ενθέως, ομόψυχοι στερρώς, ως ομαίμονες θείοι, αυτάδελφοι Μάρτυρες, εν αθλήσει ωράθητε, ω Ευλάμπιε, συν τη σεμνή Ευλαμπία· όθεν στέφανον, τιμητικόν δεδεγμένοι, ημάς διασώζετε.


Φιλίππου Αποστόλου (11 Οκτωβρίου)
Θείας χάριτος, πλήρης υπάρχων, διηκόνησας, τη Εκκλησία, ως Διάκονος του Λόγου Απόστολε, θεοσημείαις δε θείαις χρησάμενος, της Σαμαρείας τα πλήθη κατηυγάσας. Μάκαρ Φίλιππε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Πρόβου, Ανδρονίκου Και Ταράχου Μαρτύρων (12 Οκτωβρίου)
Των αγίων Μαρτύρων τα κατορθώματα, ουρανών αι Δυνάμεις υπερθαύμασαν, ότι εν σώματι θνητώ, τον ασώματον εχθρόν, τη δυνάμει του Σταυρού, αγωνισάμενοι καλώς, ενίκησαν αωράτος· και πρεσβεύουσι τω Κυρίω, ελεηθήναι τας ψυχάς ημών.


Κάρπου,Παπύλου,Αγαθοδώρου Και Αγαθονίκης Μαρτύρων
(13 Οκτωβρίου)
Βίον ένθεον διαδραμόντες, Χριστού ώφθητε συγκληρονόμοι, δι' αθλήσεως εχθρόν τροπωσάμενοι, Κάρπε σοφέ και κλεινέ Αγαθόδωρε, Αγαθονίκη και Πάπυλε ένδοξε, θείοι Μάρτυρες, Χριστώ τω Θεώ πρεσβεύσατε, δωρήσασθαι ημίν το μέγα έλεος.


Ναζαρίου, Προτασίου, Κελσίου Και Γερβασίου Μαρτύρων
(14 Οκτωβρίου)
Τετράριθμον σύνταγμα, των αθλητών του Χριστού, Ναζάριον μέλψωμεν, συν Γερβασίω ομού, Προτάσιον, Κέλσιον· ούτοι γαρ την Τριάδα, ανεκήρυξαν πάσιν, λύσαντες δι' αγώνων, των ειδώλων την πλάνην. Αυτών Χριστέ ικεσίαις, πάντας ελέησον.


Λουκιανού Ιερομάρτυρος (15 Οκτωβρίου)
Θείω Πνεύματι, λελαμπρυσμένος, γνώσιν ένθεον, εταμιεύσω, και της πίστεως τον λόγον ετράνωσας· όθεν Μαρτύρων αλείπτης γενόμενος, Λουκιανέ εν αθλήσει ηρίστευσας. Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Λογγίνου Εκατόνταρχου (16 Οκτωβρίου)
Τον Ήλιον της δόξης Σταυρώ προσηλωθέντα, και τοις εν σκιά θανάτου, εκλάμποντα ως είδες, ηυγάσθης αυτού ταις αστραπαίς, και ήθλησας Λογγίνε ευσεβώς, δια τούτο νοσημάτων παντοδαπών,λυτρούσαι τους εκβοώντας. Δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.


Ωσηέ Προφήτου (17 Οκτωβρίου)
Θείον έσοπτρον, του Παρακλήτου, εχρημάτισας, σοφέ Προφήτα, τας σεπτάς εκφαντορίας δεχόμενος· όθεν εν κόσμω μελλόντων την πρόγνωσιν, ώσπερ φωτός λαμπηδόνας εξήστραψας· Ωσηέ ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Αποστόλου και Ευαγγελιστού Λουκά( 18 Οκτωβρίου)
Ακέστωρ σοφώτατος, ιερομύστα Λουκά, ζωγράφος πανάριστος, της Θεοτόκου Μητρός, εδείχθης Απόστολε, έγραψας μάκαρ λόγους, δια πνεύματος θείου, έδωκας εννοήσαι, συγκατάβασιν άκραν, Χριστού της παρουσίας, διο πρέσβευε σωθήναι ημάς.


Ιωήλ Προφήτου (19 Οκτωβρίου)
Ως εμπνούν κειμήλιον, των ιερών αρετών, Προφήτης θεόληπτος, ώφθης σοφέ, Ιωήλ ελλάμψει του Πνεύματος, όθεν της ευσεβείας, η πηγή ως προέφης, έβλησε τοις εν κόσμω, εκ του οίκου Κυρίου, ης νυν καταπολαύοντες, πόθω τιμώμεν σε.


Γερασίμου Κεφαλληνίας (20 Οκτωβρίου)
Των ορθοδόξων προστάτην, και εν σαρκί άγγελον, και θαυματουργόν θεοφόρον νεοφανέντα ημίν, επαινέσωμεν πιστοί θείον Γεράσιμον, ότι αξίως παρά Θεού, απείληφεν ιαμάτων, την αέναον χάριν, ρώννυσι τους νοσούντας δαιμονώντας ιαταί. Διό και τοις τιμώσιν αυτόν, βρύει ιάματα.


Ιλαρίωνος Μάρτυρος (21 Οκτωβρίου)
Εγκρατείας τη αίγλη, λαμπρυνθείς την διάνοιαν, ήστραψας θαυμάτων ακτίνας, Ιλαρίων Πατήρ ημών, και γέγονας φωστήρ περιφανής, και στύλος ευσεβείας θεαυγής, καταυγάζων τη ενθέω σου βιοτή, τους πίστει προσιόντας σοι· δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.


Αβερκίου Ιεραπόλεως (22 Οκτωβρίου)
Αποστόλων τον ζήλον εκμιμησάμενος, τη Εκκλησία εκλάμπεις ως εωσφόρος αστήρ, την θεόσδοτον ισχύν φαίνων τοις έργοις σου. Σύ γαρ θαυμάτων ιερών, τας δυνάμεις ενεργών, Αβέρκιε Ιεράρχα, προς ευσεβείας εισόδους, τους πλανωμένους καθωδηγήσας.


Ιακώβου Του Αδελφόθεου (23 Οκτωβρίου)
Ως του Κυρίου μαθητής, ανεδέξω Δίκαιε το Ευαγγέλιον· ως Μάρτυς έχεις το απαράτρεπτον, την παρρησίαν ως Αδελφόθεος, το πρεσβεύειν ως Ιεράρχης. Ικέτευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Αρεθά Μάρτυρος (24 Οκτωβρίου)
Ευσεβεία εμπρέπων τη αθλήσει δεδόξασαι, την των χριστοκτόνων κακίαν, καθελών τη ενστάσει σου· διό και προσενήνοχας Χριστώ, Μαρτύρων αρραγή συνασπισμόν, ώσπερ θείος παιδοτρίβης και οδηγός, Αρέθα παμμακάριστε· δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σού, πάσιν ιάματα.


Μαρκιανού Και Μαρτυρίου Μαρτύρων (25 Οκτωβρίου)
Ζήλον ένθεον, αναλαβόντες, ημαυρώσατε, Αρείου πλάνην, ομοούσιον Τριάδα κηρύττοντες, Μαρκιανέ και θεόφρον Μαρτύριε, Ορθοδοξίας οι άσειστοι πρόβολοι, θείοι Μάρτυρες, Χριστώ τω Θεώ πρεσβεύσατε, δωρήσασθαι ημίν το μέγα έλεος.


Μεγαλομάρτυρος Δημητρίου (26 Οκτωβρίου)
Μέγαν εϋρατο, εν τοις κινδύνοις, σέ υπέρμαχον, η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ούν Λυαίου καθείλες την έπαρσιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Νέστορος Μάρτυρος (27 Οκτωβρίου)
Αθλητής ευσεβείας ακαταγώνιστος, ως κοινωνός και συνηθής του Δημητρίου όφθεις, ηγωνίσω ανδικώς Νέστορ μακάριε· τη θεϊκή γαρ αρωγή, τον Λυαίον καθελών, ως άμωμον ιερείον, σφαγιασθείς προσηνέχθης, τω Αθλοθέτη και Θεώ ημών.


Αγίας Σκέπης Υπεραγίας Θεοτόκου (28 Οκτωβρίου)
Της σκέπης σου Παρθένε, ανυμνούμεν τας χάριτας, ην ως φωτοφόρον νεφέλην, εφαπλοίς υπέρ έννοιαν, και σκέπεις τον λαόν σου νοερώς, εκ πάσης των εχθρών επιβουλής. Σέ γαρ σκέπην και προστάτην και βοηθόν, κεκτήμεθα βοώντες σοι. Δόξα τοις μεγαλείοις σου Αγνή, δόξα τη θεία Σκέπη σου, δόξα τη προς ημάς σου , προμήθεια Άχραντε.


Αναστασίας Ρωμαίας Οσιομάρτυρος (29 Οκτωβρίου)
Ασκήσει εκλάμψασα, ώσπερ παρθένος σεμνή, αθλήσεως αίμασι, την της αγνείας στολήν, ενθέος εφοίνιξας· όθεν Αναστασία, ως Οσία και Μάρτυς, χάριτας ιαμάτων, αποστράπτεις εν κόσμω πρεσβεύουσα τω Σωτήρι, υπέρ των ψυχών ημων.


Ζηνοβίου Και Ζηνοβίας Μαρτύρων (30 Οκτωβρίου)
Ως θείοι αυτάδελφοι, ομονοούντες καλώς, Ζηνόβιε ένδοξε, και Ζηνοβία σεμνή, συμφώνως ηθλήσατε· όθεν και των στεφάνων, των αφθάρτων τυχόντες, δόξης ακαταλύτου, ηξιώθητε άμα, εκλάμποντες τοις εν κόσμω, χάριν ιάσεων.


Απελλού, Αμπλίου Και Ναρκίσσου Εκ Των 70 Αποστόλων
(31 Οκτωβρίου)
Την κιθάραν του Πνεύματος την εξάχορδον, την μελωδήσασαν κόσμω τας υπέρ νούν δωρεάς, ως εκφάντορας Χριστού ανευφημήσωμεν, Στάχυν, Αμπλίαν, Απελλήν συν Ναρκίσσω, Ουρβανόν, και Αριστόβουλον άμα. Ως γαρ Απόστολοι θείοι, χάριν αιτούνται ταις ψυχαίς ημων.


AΠΟΛΥΤΙΚΙΑ ΝΟΕΜΒΡΙΟΥ


Αναργύρων Κοσμά και Δαμιανού (1 Νοεμβρίου)
Άγιοι Ανάργυροι και θαυματουργοί, επισκέψασθε τας ασθενείας ημών, δωρεάν ελάβετε, δωρεάν δότε ημίν.


Ακινδύνου, Πηγασίου, Ελπιδοφόρου Και Ανεμποδίστου Μαρτύρων
(2 Νοεμβρίου)
Ακίνδυνον μέλψωμεν, συν Αφθονίω ομού, κλεινόν Ανεμπόδιστον, Ελπιδοφόρον στερρόν, Πηγάσιον ένδοξον· ούτοι γαρ ακινδύνως, εξ' αφθόνου κρατήτος, πηγάζουσι τοις ελπίδι αρραγεί προσιούσι, χαρίτων ανεμποδίστων, κρήνην θεόβρυτον.


Της Ανακομιδής των Λειψάνων του Αγίου Γεωργίου( 3 Νοεμβρίου)
{Προστάτης του σπόρου}
Ως των αιχμαλώτων ελευθερωτής, και των πτωχών υπερασπιστής, ασθενούντων ιατρός, βασιλέων υπέρμαχος. Τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Ακεψιμά, Ιωσήφ Και Αειθαλά Μαρτύρων (3 Νοεμβρίου)
Ως θεράποντες, της ευσεβείας, στύλοι ώφθητε, της Εκκλησίας, πυρσολατρών καθελόντες το φρύαγμα, Ακεψίμα Ιεράρχα πολύαθλε, Αειθαλά Ιωσήφ τε μακάριοι. Αλλ' αιτήσασθε, Χριστόν τον Θεόν πανεύφημοι, δωρήσασθαι ημίν το μέγα έλεος.


Ιωαννικίου Οσίου (4 Νοεμβρίου)
Την επίγειον δόξαν, Πάτερ, κατέλιπες, καταυγασθείς τη ελλάμψει της επινοίας Θεού, όθεν έφανας εν γή ως άστρον άδυτον· θείας φωνής γαρ ως Μωσής μυστικώς αξιωθείς, ισάγγελος ανεδείχθης, και δωρημάτων ταμείον, Ιωαννίκιε μακάριε.


Γαλακτίωνος Και Επιστήμης Μαρτύρων (5 Νοεμβρίου)
Την λαμπράν ξυνωρίδα των Μαρτύρων τιμήσωμεν, ώσπερ συζυγίαν άριστην, και κλυτήν και θεόφρονα, τον θείον Γαλακτίωνα πιστοί, ομού συν Επιστήμη τη σεμνή. Δι' ασκήσεως γαρ πόνων αθλητικήν, εξήνθησαν φαιδρότητα. Δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι΄υμών, πάσιν ιάματα.

Δημητριανού Επισκόπου Κυθηρίας Κύπρου( 6 Νοεμβρίου)
{Προστάτης Προσφύγων}
Της Κυθραίας το κλέος και Κυπρίων αγλάϊσμα, Αρχιερέων υπήρχες κανών και εδραίωμα, Δημητριανέ πατήρ ημών. Ταις ευχαίς σου ημάς στήριξον, ειρήνην τη πολιτεία σου δώρησαι και ταις ψυχαίς ημών το μέγα έλεος.


Παύλου Ομολογητού Αρχιεπισκόπου Κωνσταντινουπόλεως
(6 Νοεμβρίου)
Θείας πίστεως ομολογία, άλλον Παύλον σε τη Εκκλησία, ζηλωτήν εν ιερεύσιν ανέδειξε. Συνεκβόα σοι και Άβελ πρός Κύριον, και Ζαχαρίου το αίμα το δίκαιον. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Ιέρωνος Και Των 33 Εν Μελιτινή Μαρτύρων (7 Νοεμβρίου)
Θείω Πνεύματι, συντεταγμένοι, δήμος ώφθητε, τροπαιοφόροι, Αθλοφόροι του Σωτήρος πανθαύμαστοι· ομοφροσύνη γαρ γνώμης ενούμενοι, μαρτυρικώς τον εχθρόν ετροπώσασθε. Αλλ' αιτήσασθε, τριάδα την Υπερούσιον, δωρήσασθαι ημίν το μέγα έλεος.

Η Σύναξις των Αρχαγγέλων Μιχαήλ, Γαβριήλ και των άλλων Ασώματων Δυνάμεων
( 8 Νοεμβρίου)
Των ουρανίων στρατιών Αρχιστράτηγοι, δυσωπούμεν υμάς ημείς οι ανάξιοι, ίνα ταις ημών δεήσεσι τειχίσητε ημάς, σκέπη των πτερύγων, της αϋλου υμών δόξης, φρουρούντες ημάς προσπίπτοντας, εκτενώς και βοώντας, εκ των κινδύνων λυτρώσασθε ημάς, ως Ταξιάρχαι των άνω Δυνάμεων.

Νεκταρίου του εν Αιγίνη( 9 Νοεμβρίου)
Σηλυβρίας τον γόνον και Αιγίνης τον έφορον, τον εσχάτοις χρόνοις φανέντα αρετής φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού, αναβλύζει γαρ ιάσεις παντοδαπάς, τοις ευλαβώς κραυγάζουσι. Δόξα τω σέ δοξάσαντι Χριστώ, δόξα τω σέ θαυματώσαντι, δόξα τω ενεργούντι δια σού, πάσιν ιάματα.


Κούαρτος,Έραστου,Τέρτιου,Ολυμπά, Ρωδίωνος Και Σωσιπάτρου
Εκ Των 70 Αποστόλων
(10 Νοεμβρίου)
Της σοφίας τον λόγον καταπλουτήσαντες, της ευσεβείας φωστήρες και υποφήται σοφοί, ανεδείχθητε ημίν Χριστόν κηρύττοντες, Κούαρτε, Έραστε κλεινέ, Τέρτιε και Όλυμπα, Σωσίπατρε και Ροδίων Απόστολοι θεηγόροι, φωταγωγοί των καρδιών ημών.


Μηνά, Βίκτωρος Και Βικεντίου Μαρτύρων (11 Νοεμβρίου)
Τρισάριθμον σύνταγμα, των Αθλητών του Χριστού, συμφώνως τιμήσωμεν, ως καθαιρέτας εχθρού, Μηνάν τον αοίδημον, Βίκτωρα τον γενναίον, και Βικέντιον άμα, τούτοις συνευφημούμντες, Στεφανίδα την θείαν. Αυτών Χριστέ ικεσίαις, πάντας ελέησον.


Ιωάννου Ελεήμονος (12 Νοεμβρίου)
Εν τη υπομονή σου εκτήσω τον μισθόν σου, Πάτερ όσιε, ταις προσευχαίς αδιαλείπτως εγκαρτερήσας, τους πτωχούς αγαπήσας, και τούτοις επαρκέσας· αλλά πρέσβευε Χριστώ τω Θεώ Ιωάννη Ελεήμον μακάριε, σωθήναι τας ψυχάς ημών.


Ιωάννου του Χρυσοστόμου( 13 Νοεμβρίου)
Η του στόματος σου καθάπερ πυρσός, εκλάμψασα χάρις την οικουμένην εφώτισεν, αφιλαργυρίας τω κόσμω θησαυρούς εναπέθετο, το ύψος ημίν της ταπεινοφροσύνης υπέδειξεν, αλλά σοίς λόγοις παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τω Λόγω Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Φιλίππου Αποστόλου(14 Νοεμβρίου)
Θείαν έλλαμψιν, του Παρακλήτου, εισδεξάμενος, πυρός εν είδει, παγκοσμίως ως αστήρ ανατέλακας, και τη αγνοίας τον ζόφον διέλυσας, τη θεία αίγλη Απόστολε Φίλιππε. Όθεν πρέσβευε, Χριστώ τω Θεώ δεόμεθα, δωρήσασθαι ημίν το μέγα έλεος.


Γουρία, Σαμωνά Και Αβίβου Μαρτύρων (15 Νοεμβρίου)
Τριάδος ισάριθμοι, της Υπερθέου σαφώς, Γουρίας και Άβιβος, και Σαμωνάς ο κλεινός, ενθέος υπάρχοντες, ταύτην τοις ασεβέσιν, ωμολόγησαν άμα, άθλων την τρικυμίαν, αβλαβώς διελθόντες. Και νύν ημάς κυβερνώσιν, όρμον προς άκλυστον.


Ματθαίου Αποστόλου Και Ευαγγελιστού (16 Νοεμβρίου)
Θείας ήκουσας, φωνής του Λόγου, και της πίστεως, το φώς εδέξω, καταλείψας τελωνείου τον σύνδεσμον· όθεν Χριστού την απόρρητον κένωσιν, ευηγγελίσω Ματθαίε Απόστολε. Και νύν πρέσβευε, δοθήναι τοις σε γεραίρουσι, πταισμάτων ιλασμόν και μέγα έλεος.


Γρηγορίου Νεοκαισάρειας (17 Νοεμβρίου)
Εν προσευχαίς γρήγορων ταις των θαυμάτων εργασίαις εγκαρτερών, επωνυμίαν, εκτήσω τα κατωρθώματα, αλλά πρέσβευε Χριστώ τω Θεώ, Πάτερ Γρηγόριε, φωτίσαι τας ψυχάς ημών, μήποτε υπνώσωμεν, εν αμαρτίαις εις θάνατον.


Πλάτωνος Και Ρωμανού Μαρτύρων (18 Νοεμβρίου)
Δυάς η ευκλεής, των κλεινών Αθλοφόρων, εδόξασε λαμπρώς, την Αγίαν Τριάδα, ο Πλάτων ο ένδοξος, Ρωμανός τε ο ένθεος, εναθλήσαντες, και τον εχθρόν καθελόντες· όθεν πάντοτε, υπέρ ημών δυσωπούσι, τον μόνον φιλάνθρωπον.


Βαρλαάμ Μάρτυρος (19 Νοεμβρίου)
Νεανικήν ενδεδυμένος ανδρείαν, μαρτυρικήν εν πολιά καρτερίαν, συ ενεδείξω ένδοξε δοξάσας τον Χριστόν. Τούτω δε προσήγαγες, δεξιά κεκαυμένη, ως θυσίαν άμωμον, την αγίαν ψυχήν σου. Μεγαλομάρτυς πρέσβευε αεί, πάσιν δοθήναι, Βαρλαάμ, συγχώρησιν.


Γρηγορίου Δεκαπολίτου Και Πρόκλου Πατριάρχου Κωνσταντινουπόλεως
(20 Νοεμβρίου)
Λυχνία ως δίπυρσος, των θεϊκών δωρεών, ακτίσι της χάριτος, φωταγωγούσιν ημάς, Πατέρες οι ένθεοι, Πρόκλος του Βυζαντίου, ο σοφός Ποιμενάρχης, Γρηγόριος ο θεόφρων, Δεκαπόλεως γόνος· διό μετά προθυμίας, τούτοις προσέλθωμεν.


Των Εισοδίων της Θεοτόκου (21 Νοεμβρίου)
Σήμερον της ευδοκίας Θεού το προοίμιον, και της των ανθρώπων σωτηρίας η προκήρυξις. Εν ναώ του Θεού, τρανώς η Παρθένος δεικνύται, και τον Χριστόν τοις πάσι προκαταγγέλλεται. Αυτή και ημείς μεγαλοφώνως βοήσωμεν, Χαίρε της οικονομίας του Κτίστου η εκπλήρωσις.


Φιλίππου Του Αποστόλου Και Αρχίππου, Ονησίμου Και Απφίας Μαρτύρων
(22 Νοεμβρίου)
Τετράς η θεοσύλεκτος, των Αποστόλων Χριστού, Φιλήμων και Άρχιππος, και συν Απφία ομού, ο θείος Ονήσιμος, λάμψαντες τοις εν σκότει, αληθείας την γνώσιν, ήθλησαν ομοφρόνως, και την πλάνην καθέιλον. Και νύν εξευμενίζονται, πάσι τον Κύριον.


Αμφιλόχιου Επισκόπου Ικονίου (23 Νοεμβρίου)
Σοφίας την έλλαψιν, ως καθαρός μυηθείς, δογμάτων ορθότητος, φωτοειδείς αστραπάς, εκλάμπεις τοις πέρασι· σύ γαρ την εν Τριάδι, ομοούσιον φύσιν, εκήρυξας ασυγχύτως, καθελών τας αιρέσεις. Διό σε Ιεράρχα Αμφιλόχιε, Χριστός εδόξασε.


Κλημέντος Επισκόπου Ρώμης Και Πέτρου Επισκόπου Αλεξανδρείας
(24 Νοεμβρίου)
Της θείας γνώσεως, εύσημοι σάλπιγγες, και των της πίστεως, θεσμών εκφάντωρες, Ιερομάρτυρες Χριστου, εδείχθητε τοις εν κόσμω, Κλήμη παναοίδιμε, της ζωής κλήμα εύκαρπον, και Πέτρε θεόσοφε, ευσεβών πέτρα άρρηκτε· διό ως των αρρήτων επόπται, ρύσασθαι πάσης ημάς βλάβης.


Αγίας Αικατερίνης ( 25 Νοεμβρίου)
Την πανεύφημον νύμφην Χριστού υμνήσωμεν, Αικατερίναν την θείαν και πολιούχον Σινά, την βοήθειαν ημών και αντίληψιν, ότι εφήμωσε λαμπρώς τους κομψούς των ασεβών, του Πνεύματος τη μάχαιρα, και νύν ως Μάρτυς στεφθείσα, αιτείται πάσι το μέγα έλεος.

Στυλιανού του Παφλαγόνος ( 26 Νοεμβρίου)
{Προστάτης Των Βρεφών}
Στήλη έμψυχος, της εγκρατείας, στύλος άσειστος, της Εκκλησίας, Στυλιανέ ανεδείχθής μακάριε, ανατέθεις γαρ Θεώ εκ νεότητος, κατοικητήριον ώφθης του Πνεύματος. Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Ιακώβου Του Πέρσου Μάρτυρος (27 Νοεμβρίου)
Ο μάρτυς Ιάκωβος, ο της Περσίας βλαστός, τον δόλιον δράκοντα, τοις των αιμάτων κρουνοίς, αθλήσας απέπνιξε· πίστει γαρ αληθείας, μεληδόν τετμημένος, ώφθη τροπαιοφόρος, του Σωτήρος οπλίτης, πρεσβεύων αδιαλείπτος, υπέρ των ψυχών ημών.


Στεφάνου Του Ομολογητού (28 Νοεμβρίου)
Θείαν άσκησιν ενδεδειγμένος, σκεύος γέγονας, δικαιοσύνης, διαπρέπων ταις σεπταίς αναβάσεσι· και του Χριστού την Εικόνα σεβόμενος, μαρτυρικής ηξιώθης φαιδρότητος. Θείε Στέφανε, εν όπλω ημάς στεφάνωσον, της θείας ευδοκίας τους υμνούντας σε.


Παραμόνου Και Φιλουμένου Μαρτύρων (29 Νοεμβρίου)
Παράμονον μέλψωμεν, συν Φιλουμένω πιστοί, ως θείους θεράποντας και αθλητάς ευκλεείς, Χριστού του Θεού ημών, τούτον γαρ φερωνύμως , ως φιλήσαντας άγαν, ήσχυναν δι' αγώνων, παρανόμων το κράτος, αιτούντες πταισμάτων λύσιν, πάσι και έλεος.

Αποστόλου Ανδρέα( 30 Νοεμβρίου)
Ως των Αποστόλων Πρωτόκλητος, και του Κορυφαίου αυτάδελφος, τω δεσπότη των όλων Ανδρέα ικέτευε, ειρήνην την οικουμένη δωρήσασθαι, και ταις ψυχαίς ημών το μέγα έλεος.


AΠΟΛΥΤΙΚΙΑ ΔΕΚΕΜΒΡΙΟΥ

Φιλαρέτου Οσίου (1 Δεκεμβρίου)
Θείας πίστεως, περιουσία, διεσκόρπισας, τοις δεομένοις, τον προσιόντα σοι πλούτον, Φιλάρετε· και ευσπλαχνία κοσμήσας τον βίον σου, τον χορηγόν του ελέους εδόξασας· Όν ικέτευε, δοθήναι τοις ευφημούσι σε, ρανίδα οικτιρμών και θείον έλεος.

Αββακούμ Προφήτου (2 Δεκεμβρίου)
Ως όρος προέγραψας, την Θεοτόκον Αγνήν, εξ ής ημίν ελάμψεν, ο των απάντων Θεός, σαρκός ομοιώματι. Όθεν σε ως προφήτην, θεηγόρον τιμώντες, χάριτος ουρανίου, μετάσχειν δυσωπούμεν, πρεσβείαις σου θεοδέκτοις, Αββακούμ ένδοξε.


Προφήτου Σοφονίου (3 Δεκεμβρίου)
Συνιείς φερώνυμε των μελλόντων την πρόγνωσιν, εκφαντορικώς προεκφαίνεις, την αιώνιον λύτρωσιν· Σιών γαρ βασιλέα τον Χριστόν, κηρύττεις Σοφονία εμφανώς· παρ' αυτού γαρ ελυτρώθημεν της αράς, Προφήτα οι βοώντες σοι· δόξα τω σε δοξάσαντι Θεώ, δόξα τω σε στεφανώσαντι, δόξα τω δωρουμένω δια σου, πάσι συγχώρησιν.


Αγίας Βαρβάρας ( 4 Δεκεμβρίου)
Βαρβάραν την αγίαν τιμήσωμεν, εχθρού γάρ τάς παγίδας συνέτριψε, και ώς στρουθίον σρρύσθη εξ αυτών, βοηθεία και όπλω του Χταυρού η πάνσεμνος.

Του Αγίου Σάβα του Ηγιασμένου( 5 Δεκεμβρίου)
Των Οσίων ακρότης και Αγγέλοις εφάμιλλος, ως γαρ ηγιασμένος εδείχθης εκ παιδός Σάβα Όσιε. Ουράνιον γαρ βίον απελθών προς ένθεον ζωήν χειραγωγείς, δια λόγου τε και πράξεως αληθούς, τους πίστει εκβοώντας σοι. Δόξα τω δεδοκότι σοι ισχύν, δόξα τω σέ στεφανώσαντι, δόξα τω ενεργούντι δια σού πάσιν ιάματα.

Αγίου Νικολάου( 6 Δεκεμβρίου)
Κανόνα πίστεως και εικόνα πραότητος, εγκρατείας διδάσκαλον, ανεδειξέ σε τη ποίμνη σου, η των πραγμάτων αλήθεια, δια τούτο εκτήσω τη ταπεινώσει τα υψηλά, τη πτωχεία τα πλούσια. Πάτερ ιεράρχα Νικόλαε, πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Αμβροσίου Μεδιολάνων (7 Δεκεμβρίου)
Ως θείος διδάσκαλος, και Ιεράρχης σοφός, δογμάτων ακρίβειαν, μυσταγωγείς τους πιστούς, Αμβρόσιε Όσιε· λύεις αιρετιζόντων, την αχλύν τοις σοίς λόγοις· φαίνεις της ευσεβείας, την θεόσδοτον χάριν· εν η τους σέ γεραίροντας συντήρει απήμονας.


Παταπίου Οσίου (8 Δεκεμβρίου)
Εν σοί Πάτερ, ακριβώς διεσώθη το κατ' εικόνα· λαβών γαρ τον σταυρόν, ηκολούθησας τω Χριστώ και πράττων εδίδασκες, υπεροράν μεν σαρκός, παρέρχεται γαρ' επιμελείσθαι δε ψυχής, πράγματος αθανάτου, διό και μετά Αγγέλων συναγάλλεται, όσιε Πατάπιε το πνεύμα σου.


Η Σύλληψις της Αγίας Άννας( 9 Δεκεμβρίου)
Σήμερον της ατεκνίας δεσμά διαλύονται, του Ιωακείμ γαρ και της Άννης εισακούων ο Θεός, παρ' ελπίδα τεκείν αυτούς, σαφώς υπισχνέιται Θεοπαίδα, εξ ής αυτός ετέχθη ο απερίγραπτος, βροτός γεγονώς, δι' Αγγέλου κελεύσας βοήσαι αυτή, Χαίρε κεχαριτωμένη, ο Κύριος μετά σού.


Μηνά, Ερμογένους Και Ευγράφου Μαρτύρων (10 Δεκεμβρίου)
Δι' εγκρατείας των παθών τας πυριφλέκτους απονεκρώσαντες ορμάς και τας κινήσεις , του Χριστού οι Μάρτυρες έλαβον την χάριν, τας νόσους αποδιώκειν των ασθενών, και ζώντες και μετά τέλος θαυματουργείν· όντως θαύμα παράδοξον! ότι οστέα γυμνά, εκβλύζουσιν ιάματα. Δόξα τω μόνω Θεώ ημών.


Δανιήλ Του Στυλίτου (11 Δεκεμβρίου)
Υπομονής στύλος γέγονας, ζηλώσας τους προπάτορας όσιε· τον Ιώβ εν τοις πάθεσι, τον Ιωσήφ εν τοις πειρασμοίς, και την των Ασωμάτων πολιτείαν, υπάρχων εν σώματι· Δανιήλ πατήρ ημών όσιε, πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Αγίου Σπυρίδωνος (12 Δεκεμβρίου)
Της Συνόδου της πρώτης ανεδείχθης υπέρμαχος, και θαυματουργός θεοφόρε Σπυρίδων πατήρ ημών, διό νεκρά σύ εν τάφω προσφωνείς, και όφιν εις χρυσούν μετέβαλες, και εν τω μέλπειν τας αγίας σου ευχάς, Αγγέλους έσχες συλλειτουργούντας σοί ιερώτατε. Δόξα τω σέ στεφανώσαντι, δόξα τω ενεργούντι διά σού πάσιν ιάματα.


Ευστρατίου,Ευγενίου,Μαρδαρίου,Ορεστίου Και Αυξεντίου Μαρτύρων
(13 Δεκεμβρίου)
Η πενταυγής των Αθλοφόρων χορεία, τη των αγώνων νοητή δαδουχία, την οικουμένην άπασαν αυγάζει νοητώς, ο σοφός Ευστράτιος, συν Αυξεντίω τω θείω, Ορέστης και Μαρδάριος, και Ευγένιος άμα, ους ευφημούντες είπωμεν πιστοί, χαίροις Μαρτύρων, πεντάριθμε σύλλογε.


Θύρσου,Φιλήμονα,Απολλωνίου, Αρριανού, Καλλινίκου Και Λευκίου Μαρτύρων (14 Δεκεμβρίου)
Την εξαστέλεχον, Μαρτύρων φάλαγγα, ασμάτων άνθεσιν, ανευφημήσωμεν ως καθαιρέτας του εχθρού, και στύλους της ευσεβείας, Θύρσον και Φιλήμονα, και στερρόν Απολλώνιον, Αρριανόν, Καλλίνικον, και τον ένδοξον Λεύκιον· αυτοί γαρ ουρανίων χαρίτων, κόσμω πυρσεύουσι την αίγλην.


Αγίου Ελευθερίου ( 15 Δεκεμβρίου)
Ιερέων ποδήρει κατακοσμούμενος, και αιμάτων τοις ρείθροις επισταζόμενος, τω Δεσπότη σου Χριστώ, μάκαρ ανέδραμες, Ελευθέριε σοφέ. καθαιρέτα του Σατάν. Διό μη παύση πρεσβεύων, υπέρ των πίστει τιμώντων των μακαρίαν σου άθλησιν.

Αγίου Μοδέστου (16 Δεκεμβρίου)
{Προστάτου των ζώων}
Θείων έργων σου, τη επιδείξει, πασαν εύφρανας, Σιών την θείαν, των Αποστόλων πλουτήσας την έλλαμψιν, και τω Σωτήρι οσίως ιέρευσας, ιεραρχία και βίου λαμπρότητι. Πάτερ Μόδεστε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Προφήτου Αγγαίου (16 Δεκεμβρίου)
Προφήτης θεόληηπτος, οία θεράπων Θεού, τω κόσμω ενδέδειξαι, ανακαθάρας τον νούν, Αγγαίε πανεύφημε· όθεν εορταζόντων, ένθα πέφυκεν ήχος, ήρθης ως εορτάζων, εν Θεώ φερωνύμως· ώ πρέσβευε θεηγόρε, σώζεσθαι άπαντας.


Αγίου Διονυσίου (17 Δεκεμβρίου)
Της Ζακύνθου τον γόνον και Αιγίνης τον πρόεδρον, τον φρουρόν Μονής των Στοφάδων, Διονύσιον άπαντες, τιμήσωμεν συμφώνως οι πιστοί, βοώντες προς αυτόν ειλικρινώς, σαίς λιταίς τους την σήν μνήμην επιτελούντας, σώζε και βοώντας σοι. Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω δωρησαμένω ημίν, πρέσβυν ακοίμητον.


Σεβαστιανού Και Των Συν Αυτώ Μαρτύρων (18 Δεκεμβρίου)
Οι Μάρτυρες σου Κύριε, εν τη αθλήσει αυτών, στεφάνους εκομίσαντο, της αφθαρσίας, εκ σου του Θεού ημών· σχόντες γαρ την ισχύν σου, τους τυράννους καθείλον, έθραυσαν και δαιμόνων , τα ανίσχυρα θράση. Αυτών ταις ικεσίαις Χριστέ ο Θεός, σώσον τας ψυχάς ημών.


Βονιφατίου Και Αγλαϊδος Μαρτύρων (19 Δεκεμβρίου)
Μαρτύρων την ευκλείαν, ιχνηλατήσας θερμώς, Χριστόν ωμολογήσας, επί απίστων στερρώς, σοφέ Βονιφάτιε· όθεν καθάπερ πλούτον, αδαπάνητον Μάρτυς, δέδωκας σου το σώμα, τη σεμνή Αγλαϊα· εξ ου τω κόσμω πηγάζει, ρώσις και έλεος.


Ιγνατίου Του Θεοφόρου (20 Δεκεμβρίου)
Θείω έρωτι, επτερωμένος, του σέ ψεύσαντος, χερσίν αχράντοις, Θεοφόρος ανεδείχθης Ιγνάτιε· και εν τη Δύσει τελέσας τον δρόμον σου, πρός την ανέσπερον λήξιν εσκήνωσας. Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Ιουλιανής Παρθενομάρτυρος (21 Δεκεμβρίου)
Ως νύμφη πανάμωμος, και αθληφόρος σεμνή, τω Λόγω νενύμφευσαι, του αθανάτου Πατρός, Ιουλιανή ένδοξε, σύ γαρ φθαρτόν μνηστήρα, παριδούσα εμφρόνως, ήθλησας υπέρ φύσιν, και τον όφιν καθείλες. Και νύν ταις του νυμφίου σου, τρυφάς φαιδρότησι.


Αναστασίας Φαρμακολύτριας (22 Δεκεμβρίου)
Των μαρτύρων ταις χρέιαις διακονήσασα, μαρτυρικώς εμιμήσω τας αριστείας αυτών, δι' αθλήσεως εχθρόν καταπαλαίσασα· όθεν βλαστάνεις δαψιλώς, χάριν άφθονον αεί, θεόφρον Αναστασία, τοις προσιούσιν εκ πόθου, τη αρωγή της προστασίας σου.


Των 10 Μαρτύρων Εν Κρήτη (23 Δεκεμβρίου)
Την πολυθαύμαστον Κρήτην τιμήσωμεν, την εξανθήσασαν άνθη τα τίμια, τους μαργαρίτας του Χριστού, Μαρτύρων του ακρέμονας. Δέκα γαρ υπάρχοντες, αριθμώ οι μακάριοι, δύναμιν μυριόπλοκον των δαιμόνων κατήσχυναν· διό και στεφάνους εδέξαντο, Μάρτυρες Χριστού καρτερόψυχοι.


Ευγενείας Οσιομάρτυρος (24 Δεκεμβρίου)
Θείου Πνεύματος, τη υμνωδία, φώς προσέλαβες θεογνωσία, Ευγενία Χριστόυ καλλιπάρθενε· και εν Οσίων χορειά εκλάμψασα, αθλητικώς τον εχθρόν εθριάμβευσας. Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.


Τα Χριστούγεννα ( 25 Δεκεμβρίου)
Η Γέννησίς σου Χριστέ ο Θεός ημών, ανέτειλε τω κόσμω, το φώς το της γνώσεως, εν αυτή γαρ οι τοις άστροις λατρεύοντες, υπό αστέρος εδιδάσκοντο, σέ προσκυνείν τον Ήλιον της δικαιοσύνης, και σε γινώσκειν εξ ύψους Ανατολήν. Κύριε δόξα σοι.


Σύναξις Υπεραγίας Θεοτόκου ( 26 Δεκεμβρίου)
Ευαγγελίζου Ιωσήφ, τω Δαυϊδ τα θαύματα, τω θεοπάτορι. Παρθένον είδες κυοφορήσασαν· μετά Ποιμένων εδοξολόγησας, μετά των Μάγων προσεκύνησας, δια Αγγέλου χρηματισθείς. Ικέτευε Χριστόν τον Θεόν, σωθήναι τας ψυχάς ημων.


Στεφάνου Πρωτομάρτυρος (27 Δεκεμβρίου)
Βασίλειον διάδημα, στέφθη ση κορυφή, εξ' άθλων ων υπέμεινας, υπέρ Χριστού του Θεού, Μαρτύρων πρωτόαθλε· σύ γαρ την Ιουδαίων απελέγξας μανίαν, είδες σου τον Σωτήρα, του Πατρός δεξιόθεν. Αυτού ουν εκδυσώπει αεί υπέρ των ψυχών ημών.


Σίμωνος Οσίου (28 Δεκεμβρίου)
Τη ασκήσει εκλάμψας εν Άθω Όσιε, ως καθαρθείς την καρδίαν των αρετών τω φωτί, εδοξάσθης θαυμαστώς, Σίμων μακάριε· διό και βλύζειν κρουνηδόν, μύρα εύοσμα ημίν, ηξίωσαι μετά τέλος. Αλλά μή παύση πρεσβεύων, ελεηθήναι τας ψυχάς ημών.


14.000 Αναιρεθέντων νηπίων (29 Δεκεμβρίου)
Ως θύματα δεκτά, ως νεόδρεπτα , και θεία απαρχή, και νεόθυτοι άρνες, Χριστώ τω ώσπερ νηπίον, γεννηθέντι προσήχθητε, αγνά Νήπια, την του Ηρώδου κακίαν, στηλιτεύοντα, και δυσωπούντα απαύστως, υπέρ των ψυχών ημών.


Ανυσίας Οσιομάρτυρος (30 Δεκεμβρίου)
Οσίως ανύσασα, των αρετών την οδόν, τω Λόγω νενύμφευσαι, ω Ανυσία σεμνή, και χαίρουσα ήθλησας· αίγλη δε απαθείας, λαμπρυνθείσα Μελάνη, ήστραψας εν τω κόσμω, αρετών λαμπηδόνας· νύν ημίν ιλεούσθε, Χριστόν τον Κύριον.


Μελανής Οσίας Της Ρωμαίας (31 Δεκεμβρίου)
Καταυγασθείσα την ψυχήν φρυκτωρίαις του αναλάμψαντος ημίν εκ Παρθένου, εν αρεταίς διελάμψας, πανεύφημε. Πλούτον γαρ σκορπίσασα επί γήν εφθαρμένον, εναπεθησαύρισας τον ουράνιον πλούτον και εν ασκήσει εκλάμψας φαιδρώς. Όθεν Μελανή, σε πόθω γεραίρομεν.




Εορτολόγιο

Δημοφιλείς αναρτήσεις


Banner Ορθόδοξων Ιστοχώρων και Ιστολογίων
Ξεκινάμε μια προσπάθεια παρουσίασης Ορθόδοξων Ιστοχώρων και Ιστολογίων.
Αν δεν υπάρχει ο δικός σας, ζητάμε συγνώμη,
ενημερώστε μας και θα τον συμπεριλάβουμε.





Create your own banner at mybannermaker.com!
Πέρα από το άτομο
Make your own banner at MyBannerMaker.com!



Create your own banner at mybannermaker.com!
Make your own banner at MyBannerMaker.com!















(υπό κατασκευή)


Τα banner μας
Αντιγράψτε τον κώδικα στη δική σας σελίδα
για να εμφανιστούν τα banner μας.
Ειδοποιήστε μας για να συμπεριλάβουμε και το δικό σας.